Ancient Greek · ~1 min
Book 1, Περὶ τῶν ἀντικειμένων.
Ammonius, In Aristotelis Categorias Commentarius 1.21-6
Not analysed yet
Ὅλως δὲ τῶν κατὰ μηδεμίαν συμπλοκήν. Τὰ κατὰ μηδεμίαν συμπλοκὴν λεγόμενα οὔτε ἀληθὲς οὔτε ψεῦδος δηλοῖ, τὰ δὲ πρός τι καὶ τὰ ἐναντία καὶ τὰ κατὰ στέρησιν καὶ ἕξιν ἄνευ συμπλοκῆς λέγεται· ταῦτα ἄρα οὔτε ἀληθὲς οὔτε ψεὐδος δηλοῖ· ὥστε οὐκ εἰσὶ τὰ αὐτὰ τοῖς κατὰ κατάφασιν καὶ ὰπόφασιν λεγομένοις.