Ancient Greek · ~2 min
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.22-2
Not analysed yet
Ἔτι δὲ τῶν ἐν ὑποκειμένῳ ὄντων τὸ μέν. Καὶ διὰ τούτου βούλεται δεῖξαι ὅτι αἱ δεύτεραι οὐσίαι οὐκ εἰσὶν ἐν ὑποκειμένῳ τῷ μερικῷ ἀνθρώπῳ· φησὶ γὰρ ὅτι τὰ ἐν ὑποκειμένῳ ὄντα τοῦ μὲν ὀνόματος ἔσθ’ ὅτε μεταδίδωσι τῷ ὑποκειμένῳ, τοῦ δὲ ὁρισμοῦ οὐδέποτε· λέγομεν γὰρ λευκὸν σῶμα, καὶ ἡ λευκότης ἐν ὑποκειμένῳ οὖσα τῷ σώματι τοῦ ὀνόματος μεταδέδωκε τῷ ὑποκειμένῳ, τοῦ δὲ ὁρισμοῦ οὔ· οὐ γὰρ λέγομεν τὸ σῶμα χρῶμα διακριτικὸν ὄψεως. αἱ δὲ δεύτεραι οὐσίαι καὶ τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ μεταδιδόασιν· ὁ γὰρ Σωκράτης λέγεται καὶ ἄνθρωπος καὶ ζῷον λογικὸν θνητόν. |