Ancient Greek · ~10 min
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.23
Not analysed yet
Οὐκ ἴδιον δὲ τὴς οὐσίας τοῦτο, ἀλλὰ καὶ ἡ διαφορὰ τῶν μὴ υποκειμενῳ Τὸ ἀποδεδομένον τῆς οὐσίας ἴδιον ἐκβάλλει ὡς μὴ μόνον ταύτῃ ὑπάρχον ἀλλὰ καὶ ταῖς διαφοραῖς. καὶ ἐκ τούτου δῆλός ἐστι χωρίζων τὰς διαφορὰς τῶν οὐσιῶν· ὥστε συμβαίνει αὐτὰς συμβεβηβότα εἶναι, ὅπερ ἄτοπον· καὶ αὐτῷ γὰρ τῷ Ἀριστοτέλει δοκεῖ οὐσίας αὐτὰς εἶναι, ὥστε ἐκ τούτων καὶ τὰ εἴδη συμπληροῦσθαι καὶ οὐσιωδῶς αὐτῶν κατηγορεῖσθαι· εἰ γὰρ μὴ ἦσαν οὐσίαι, συνέβαινεν ἐκ συμβεβηκότων οὐσίαν γενέσθαι, ὅπερ ἄτοπον. εἴπερ οὖν αἱ διαφοραὶ οὐσίαι εἰσί τὰ γὰρ τῆς οὐσίας μέρη οὐσίαι εἰσὶ καὶ ὁ ὁρισμὸς ἐκ τῶν τῆς οὐσίας μερῶν συνίσταται), πῶς φησιν ὁ Ἀριστοτέλης οὐκ ἴδιον δὲ οὐσίας τοῦτο ἀλλὰ καὶ τῶν διαφορῶν ὡς τῶν διαφορῶν δηλονότι ἑτέρων οὐσῶν παρὰ τὴν οὐσίαν; φαμὲν οὖν ὅτι τῶν οὐσιῶν αἱ μέν εἰσι νοηταὶ αἱ δὲ αἰσθηταί, καὶ τῶν αἰσθητῶν αἱ μὲν ἀίδιοι ὡς τὰ οὐράνια αἱ δὲ ἐν γενέσει καὶ φθορᾷ, καὶ τούτων αἱ μέν εἰσιν ἁπλαῖ ὡς τὸ λογικὸν τὸ θνητόν, ἅσπερ διαφορὰς οὔσας οὐσιώδεις ἡ φύσις συνεκέρασε πρὸς γένεσιν ἀνθρώπου, αἱ δὲ σύνθετοι ὡς τὰ γένη καὶ τὰ εἴδη καὶ τὰ ἄτομα. διδάσκει οὖν ἐνταῦθα ὁ Ἀριστοτέλης περὶ μόνης τῆς συνθέτου οὐσίας τῆς ἐν γενέσει καὶ φθορᾷ, λέγω δὴ περί τε ἀτόμων καὶ εἰδῶν καὶ γενῶν. ἀμέλει τοι καὶ παραβάλλεων τὰς οὐσίας πρὸς ἀλλήλας παρέβαλλε τὰ εἴδη μόνα καὶ τὰ γένη, ἔτι δὲ καὶ τὰ ἄτομα ἐπειδὴ καὶ περὶ τούτων πρόκειται αὐτῷ διδάξαι, τῶν δὲ διαφορῶν μνήμην οὐδαμοῦ ἐποιήσατο, ἐπειδὴ ἁπλαῖ εἰσιν, τῶν δὲ συνθέτων, ὡς εἴρηται, τὸν λόγον ποιεῖται. διὰ ταύτην οὖν τὴν αἰτίαν εἶπεν ὁ Ἀριστοτέλης ὅτι οὐκ ἴδιον τῆς οὐσίας ὑπάρχει τοῦτο, οὐχ ἀπλῶς δὲ πάσης εἶπεν, ἀλλὰ τῆς συνθέτου. εἰκότως δὲ τοῦτο· ὑπάρχει γὰρ οὐ μόνον τῇ συνθέτῳ, ἀλλὰ καὶ τῇ ἁπλῇ, τοῦτ’ ἔστι ταῖς διαφοραῖς, τῷ λογικῷ καὶ τῷ ἀλόγῳ. καὶ διὰ τοῦτο ἔδοξεν ἀφορίζειν τὰς διαφορὰς τῶν οὐσιῶν. Ἄλλοι δέ φασιν ὅτι αἱ διαφοραὶ ἀπλῶς οὐκ εἰσὶν οὐσίαι, ἀλλὰ τούτων αἱ μέν εἰσι πρὸς τῇ οὐσίᾳ ὡς τὸ λογικὸν καὶ τὸ θνητόν, αἱ δὲ πρὸς τοῖς συμβεβηκόσι καὶ τούτοις μᾶλλον γειτνιάζουσι ὡς τὸ ἐν κόρακι μέλαν ἢ ἐν τῷ κύκνῳ λευκόν, αἱ δὲ ἀκριβῶς ἐν μέσῳ τῶν οὐσιῶν καὶ τῶν συμβεβηκότων ὡς ἐν τῷ πυρὶ ἡ θερμότης· αὕτη γὰρ μετέχει μὲν συμβεβηκότος καθὸ ποιότης, μετέχει δὲ καὶ οὐσίας καθὸ συμπληρωτικὴ τοῦ ὑποκειμένου. οὗτοι δὲ εὐφυῶς μὲν ἐπέβαλλον, οὐ μὴν πάντῃ ἀληθῶς· ὑπὸ ποίαν γὰρ κατηγορίαν |ταῦτα ἀνάξομεν; ἢ δεηθῶμεν ἑνδεκάτης; ὅπερ ἄτοπον.