Ancient Greek · ~1 min
Book 1, Περὶ ποσοῦ
Ammonius, In Aristotelis Categorias Commentarius 1.22-3
Not analysed yet
Οὐδὲν γὰρ αὐτὸ καθ᾿ αὑ τὸ μέγα λεγεται ἤ μικρόν. Πάλιν ἐνταῦθα κατὰ συγχώρησιν· εἰ γὰρ καὶ ἐναντία εἰσὶ τὸ μέγα καὶ τὸ μικρόν, οὐκ εἰσὶ ποσά, ἀλλὰ τῶν πρός τι· τὸ γὰρ μέγα τοῦ μικροῦ λέγεται μέγα καὶ τὸ μικρὸν τοῦ μεγάλου μικρόν. ὕστερον δὲ δείκνυσιν ὅτι οὐδὲ ἐναντία εἰσιν, ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται.