Ancient Greek · ~2 min
Book 1, Περὶ ποσοῦ
Ammonius, In Aristotelis Categorias Commentarius 1.23-2
Not analysed yet
Οἷον ὄρος μὲν μικρόν. Εἰ γὰρ αὐτὸ καθ’ αὑτὸ ἐλέγετο τὸ μέγα καὶ τὸ μικρόν, οὐδέποτε τὸ μὲν ὄρος μικρὸν ἡ δὲ κέγχρος μεγάλη ἐλέγετο. οὐκοῦν τὸ μὲν ὄρος μικρὸν λέγομεν δηλονότι πρὸς ἄλλο ὄρος αὐτὸ παραβάλλοντες, τὴν δὲ κέγχρον μεγάλην ἄλλης δηλονότι μείζονα. οὐκ ἄρα αὐτὸ καθ’ αὑτὸ λέγεται μέγα ἢ μικρόν, ἀλλὰ πρὸς ἄλλο. τὸ δ’ αὐτὸ γυμνάζει καὶ ἐπὶ πολλῶν καὶ ὀλίγων, ἅπερ οὐκ εἰσὶ τοῦ ἀριθμοῦ, τοῦτ’ ἔστι τοῦ διωρισμένου, ἀλλὰ μᾶλλον τῶν πρός τι.