Ancient Greek · ~2 min
Book 1, Περὶ ποιοῦ καὶ ποιότητος.
Ammonius, In Aristotelis Categorias Commentarius 1.22-5
Not analysed yet
Ἀναμφισβητήτως ἐπιδέχεται. Οσα μέντοι ἀπὸ τούτων παρωνύμως λέγεται, ὁμολογουμένως ἔπι· δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. ἀπορήσας δὲ δι’ ὃ οὐ λέγεται δικαιοσύνη μᾶλλον καὶ ἧττον, εἴασεν αὐτὸ ἀδιάρθρωτον. φαμὲν τοίνυν ὅτι ἐπιδέχεται ἡ δικαιοσύνη τὸ μᾶλλον καὶ τὸ ἧττον· ἡνίκα γὰρ λέγομεν μᾶλλον δίκαιον τόνδε τοῦδε, δῆλον ὅτι καθὸ μετέχει οὗτος μᾶλλον δικαιοσύνης ἤπερ ὅδε· ὥστε ἐπιδέχεται ἡ δικαιοσύνη τὸ μᾶλλον καὶ τὸ ἧττον.