Ancient Greek
Book 1, Περὶ ποιοῦ καὶ ποιότητος.
Ammonius, In Aristotelis Categorias Commentarius 1.21-5
Not analysed yet
Ἐπιδέχεται δὲ τὸ μᾶλλον. |Ἕτερον παρακολούθημα τοῦ ποιοῦ τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. καὶ εἰκότως οὐδὲ τοῦτο πάντως παρακολουθεῖ· εἴρηται γὰρ ὅτι ὅπου ἐναντιότης θεωρεῖται, ἐκεῖ τὸ μᾶλλον καὶ τὸ ἧττον, ὅπου δὲ οὐκ ἔστιν αὕτη, οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον. ἐπεὶ γοῦν ὑπάρχει ἐν τῷ ποιῷ ἐναντιότης, ὑπάρχει τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐπειδὴ δὲ οὐ πᾶσιν, οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον πᾶσιν ὑπάρχει· δικαιοσύνην γὰρ δικαιοσύνης οὐ πάνυ φασὶ μᾶλλον καὶ ἧττον λέγεσθαι, ἧττον μέντοι καὶ μᾶλλον μετέχειν τοὺς μετέχοντας τῆς δικαιοσύνης καὶ τῆς ὑγείας λέγεται.