Ancient Greek · ~3 min
Book 1, Περὶ τῶν πρός τι.
Ammonius, In Aristotelis Categorias Commentarius 1.23-3
Not analysed yet
Οἷον καὶ ὁ τοῦ κύκλου τετραγωνισμός. Οἱ γεωμέτραι τῷ δοθέντι εὐθυγράμμῳ ἴσον τετράγωνον συστησάμενοι ἐζήτουν, εἰ δυνατὸν καὶ τῷ δοθέντι κύκλῳ ἴσον τετράγωνον εὑρεῖν. καὶ πολλοὶ καὶ μέγιστοι ζητήσαντες οὐχ εὗρον. μόνος δὲ ὁ θεῖος Ἀρχιμήδης τὸ σύνεγγυς παντὶ εὗρε, τὸ μέντοι ἀκριβὲς μέχρι τοῦ νῦν οὐχ εὕρηται. καὶ τοῦτο ἴσως ἀδύνατον· διὰ τοῦτο γὰρ καὶ αὐτὸς εἶπεν εἴ γε ἔστιν ἐπιστητόν. καὶ τάχα διὰ τοῦτο εὐθείᾳ τῇ περιφερείᾳ οὐκ ἀνόμοιον ἐγέννησεν, εἰ ἔστιν ἢ οὐκ ἔστιν ἐπιστητόν]. φησὶ τοίνυν ὅτι 〈εἴπερ〉 ἔστιν ἐπιστητὸν ὁ τοῦ κύκλου τετραγωνισμὸς τῆς ἐπιστήμης αὐτοῦ μήπω οὕσης, ὅθεν] καὶ ἐκ τούτου πρότερον τὰ ἐπιστητὸν τῆς ἐπιστήμης.