Ancient Greek · ~4 min
1.24 to 1.26
Ammonius, In Aristotelis Categorias Commentarius 1.24-3-26
Not analysed yet
Ἔτι ζῴου μὲν ἀναιρεθέντος. Πρότερον ἐπὶ ἑνὸς παραδείγματος τῶν πρός τι σκάζειν δείξας τὸ παρακολούθημα, νῦν καθολικῶς ἐπὶ πάντων δείκνυσι· ζῴου γὰρ ἀναιρεθέντος ἀναιροῦνται καὶ αἱ ἐπιστῆμαι (ἐν τῇ ψυχῇ γάρ εἰσιν ἐν ὑποκειμένῳ αἱ ἐπιστῆμαι), τὰ μέντοι ἐπιστητὰ οὐκέτι· καθ’ αὑτὰ γάρ εἰσιν, ἀλλ’ οὐχ ὡς ἐπιστητά, ἀλλ’ ὡς πράγματα. Ὁμοίως δὲ τούτοις καὶ τά. Γυμνάσας τὸν λόγον ἐπὶ τῆς ἐπιστήμης νῦν ἐπὶ τὴν αἴσθησιν μεταβέβηκε καὶ δείκνυσιν ὅτι πρότερον τὸ αἰσθητὸν τῆς αἰσθήσεως οἷον σῶμα θερμὸν γλυκὺ πικρόν· κἄν γὰρ μὴ ᾖ ζῷον, σῶμα δύναται εἶναι οἷον πικρὸν ἡ γλυκὺ ἢ μέλαν ἡ λευκόν, ἅπερ ἐστὶν αἰσθητά. Ἔτι ἡ μὲν αἴσθησις ἅμα τῷ αἰσθητικῷ. Αἴσθησιν γὰρ οὐκ ἄν τις ἐπινοήσειεν ἄνευ σώματος, |τὸ δὲ σῶμα αἰσθητὸν τῷ ἅμα τῇ αἰσθήσει γίνεσθαι, οὐ μέντοι τὸ ἀνάπαλιν· δυνατὸν γὰρ καὶ μὴ οὔσης αἰσθήσεως εἶναι τὸ αἰσθητὸν οἷον πῦρ γῆν ὕδωρ καὶ τὰ τοιαύτα.