Ancient Greek · ~7 min
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.24
Not analysed yet
Μὴ ταραττέτω δὲ ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν. Ὅπερ ἔμελλε τῷ Ἀριστοτέλει τις ἀπορήσειν, τοῦτο φθάσας αὐτὸς ἐπελύσατο· ἠπόρησε γὰρ ἄν τις λέγων ῾ἐπειδὴ τὰ μέρη τῶν οὐσιῶν ἔν τινι ἐν γὰρ τῷ ἀνθρώπῳ θεωροῦνται χεῖρες καὶ σκέλη), καὶ τὰ συμβεβη- κότα δὲ ἔν τινι ὁμοίως, <ὡς> τύχοι ἐν τῷ ἀνθρώπῳ θεωρεῖται λευκότης θερμότης· τὰ μέρη ἄρα τῶν οὐσιῶν συμβεβηκότα, ὅπερ τοπον᾿. ἐπιλύων οὖν τοῦτο λέγει ὅτι ἀπεδόθη, πῶς εἰρήκαμεν τὸ συμβεβηκὸς ἔν τινι· <τὸ γὰρ συμβεβηκὸς ἔν τινι> οὐχ ὡς μέρος τοῦ ὑποκειμένου, αἱ δὲ διαφοραὶ χρείαν τῷ ὅλῳ παρέχουσι καὶ αὗται τὸ ὑποκείμενον συνιστᾶσιν· ὥστε εἰ καὶ κοινωνοῦσι κατὰ τὸ ἔν τινι, ἀλλ’ οὖν ἔστι τις ἐν αὐτοῖς διακαὶ φορά, καθὸ αἱ μὲν συμπληροῦσι καὶ μέρη ὑπάρχουσι, τὸ δὲ οὐδαμῶς. ἰστέον δὲ ὅτι οὐ περὶ αἰσθητῶν μερῶν τῆς οὐσίας ὁ λόγος αὐτῷ ἐστιν οἷον χειρῶν καὶ ποδῶν ἢ τοιούτων, ἀλλὰ περὶ νοητῶν τῶν καὶ ὄντως μερῶν οἷον λογικοῦ καὶ θνητοῦ· τῶν γὰρ μερῶν τὰ μέν ἐστιν αἰσθητὰ τὰ δὲ νοητά· περὶ οὖν τῶν νοητῶν μερῶν αὐτῷ ὁ λόγος· οὕτω γὰρ καὶ καιρὸν ἔχει τοῦ θεωρήματος τούτου ἡ τάξις· ἐπειδὴ γὰρ εἶπεν ῾οὐκ ἴδιον οὐσίας ἐστὶ τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, ἐπειδὴ καὶ αἱ διαφοραὶ μὴ ἐν ὑποκειμένῳ εἰσίν᾿ ,ἵνα μὴ νομίσῃ τις τοῦτο αὐτὸν εἰρηκέναι ὡς τῶν διαφορῶν μὴ οὐσῶν σῶν οὐσιῶν, αἵτινές εἰσι κυρίως οὐσίαι, διὰ τοῦτο εἶπε μὴ ταραττέτω δὲ ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις, ἐπεὶ ἀκαίρως δόξει τοῦτο τὸ θεώρημα ἐμβεβλῆσθαι, εἰ μὴ ἀποδεξόμεθα αὐτὸν λέγειν περὶ τῶν νοητῶν μερῶν τοῦ τε λογικοῦ καὶ τοῦ θνητοῦ, ἅπερ ἰδίως μέρη εἰσὶ τοῦ ἀνθρώπου· ἐκ γὰρ αὐτῶν ὁ ἄνθρωπος.