Ancient Greek · ~2 min
Book 1, Περὶ ποσοῦ
Ammonius, In Aristotelis Categorias Commentarius 1.24-2
Not analysed yet
Ἔτι τὸ μὲν δίπηχυ καὶ τρίπηχυ. Ἄλλο ἐπιχείρημα κατασκευάζων τὸ μέγα καὶ τὸ μικρὸν μὴ εἶναι τοῦ ποσοῦ, ἀλλὰ μᾶλλον τῶν πρός τί <φησι>· φησὶ γὰρ ὅτι τὸ κυρίως καὶ πεπερασμένον ἐστίν, οἷον ἥδε ἡ γραμμὴ καὶ ποσόν ἐστι καὶ τῇ ἑαυτῆς φύσει πεπέρασται δίπηχυς οὖσα, φέρε εἰπεῖν, ἢ δεκάπηχυς. ὁμοίως καὶ τἆλλα ποσὰ ὡρισμένα εἰσί. τὸ δὲ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον οὐκ εἰσὶν ὡρισμένα, οὔτε πρὸς ἡμᾶς οὔτε καθ’ ἑαυτά, ἀλλ’ ἀόριστα. ὥστε τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον οὐκ εἰσὶ τοῦ ποσοῦ.