Ancient Greek · ~3 min
1.24 to 1.26
Ammonius, In Aristotelis Categorias Commentarius 1.24-4-26
Not analysed yet
Τῶν δὲ μὴ ἐπιδεχομένων. Ὅσα δὲ οὐκ ἐπιδέχεται τὴν ἀρχήν, οὐδὲ συγκρίνεται· διὸ οὐ πάντα τὰ ποιὰ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. Τῶν μὲν οὖν εἰρημένων οὐδέν. |Ἀποδοκιμάζει ἐνταῦθα τὰ δύο παρακολουθήματα τοῦ ποιοῦ ὡς μὴ πάντῃ τῷ ποιῷ παρακολουθοῦντα. μεταβαίνει δὲ εἰς τὸ κυρίως ἴδιον καί φησιν ὅμοια δὲ καὶ ἀνόμοια· ἐπ’ οὐδεμιᾶς γὰρ τῶν ἄλλων κατηγοριῶν ἁρμόζει τοῦτο τὸ ἴδιον. Οὐ δεῖ δὲ ταράττεσθαι. ἐπειδὴ ᾔσθετο πολλὰ τῶν πρός τι ἀπαριθμησάμενος διαλαμβάνων περὶ ποιοῦ, φησὶν ὅτι οὐ δεῖ περὶ τούτου ἀπορεῖν, ἐπειδὴ περὶ ποιοῦ ἦν ὁ λόγος· πολλὰ γὰρ τῶν πρός τι ὑπὸ τὸ ποιὸν ἀνηγάγομεν οἷον ἕξιν καὶ διάθεσιν· ἡ γὰρ ἕξις τινὸς ἕξις λέγεται καὶ ἡ διάθεσίς τινος διάθεσις. ἐπιλύεται δὲ τοῦτο διχῶς.