Ancient Greek · ~7 min
Book 1, Περὶ ποιοῦ καὶ ποιότητος.
Ammonius, In Aristotelis Categorias Commentarius 1.27-4
Not analysed yet
Σχεδὸν γὰρ ἐπὶ πάντων. Πρώτη τῆς ἀπορίας ἐπίλυσις αὕτη· φησὶ γὰρ τὰ μὲν γένη τῶν ποιοτήτων ὑπὸ τὰ πρός τι ἀναφέρεσθαι, τὰ δὲ εἴδη ὑπὸ τὸ ποιόν, οἷον ἡ μὲν ἐπιστήμη λέγεται τῶν πρός τι (τινὸς γὰρ ἐπιστήμη λέγεται), ἡ δὲ γεωμετρία οὐκ ἔστι τῶν πρός τι· οὐ γὰρ λέγεταί τινος γεωμετρία, ἀλλ’ εἰ ἄρα, τινὸς ἐπιστήμη. καὶ αὕτη μὲν ἐπιπόλαιος ἡ λύσις. ἀκριβεστέρα δὲ ἡ ὕστερον· ἐπιστήμονες γὰρ λεγόμεθα, φησίν, οὐ τῷ μετέχειν ἀπλῶς ἐπιστήμης, ἀλλὰ τῷ μετέχειν ἢ μουσικῆς ἢ γεωμετρίας ἢ ἄλλης τινός. καὶ ἐκείνη μὲν τῶν πρός τι ὡς ἀόριστος οὖσα, τὰ δὲ εἴδη αὐτῆς οὐκέτι· ὥρισται γὰρ καὶ οὐ λέγομεν τὴν μουσικὴν ἢ τὴν γεωμετρίαν τινὸς μουσικὴν ἢ γεωμετρίαν ἀλλὰ ποιότητας· ποιοὶ γὰρ κατὰ ταύτας λεγόμεθα. ὥστε τὸ μὲν γένος ὑπὸ τὰ πρός τι ἀναφέρεται τὰ δὲ εἴδη ὑπὸ τὴν ποιότητα. ἵνα δὲ ἀκριβέστερον τοῦτο μάθωμεν, ἐκ διαιρέσεως λάβωμεν οὕτως· τῶν ὄντων τὰ μέν ἐστιν ὑποκείμενα ὡς ἡ οὐσία, τὰ δὲ ἐν ὑποκειμένῳ ὡς τὰ συμβεβηκότα. |καὶ τῶν ἐν ὑποκειμένῳ ὄντων τὰ μὲν ἐν σχέσει ἐστὶ καὶ γίνεται τὰ πρός τι, τὰ δὲ οὐκ ἐν σχέσει. τῶν δὲ μὴ ἐν σχέσει ὄντων τὰ μὲν ἀμερίστως ὑπάρχει καὶ γίνεται ποιότης, τὰ δὲ μεριστῶς καὶ γίνεται τὸ ποσόν. οὐκοῦν οὐδὲν ἄτοπον τὸ μὲν γένος ὑπὸ τὰ πρός τι, τὰ δὲ εἴδη ὑπὸ τὸ ποιὸν ἀνάγεσθαι. καὶ αὕτη ἐστὶν ἀκριβὴς ἐπίλυσις. ἄλλως τε δὲ οὐδὲν ἄτοπόν τινα τῶν ἀναφερομένων ἐπὶ ἑτέραν κατηγορίαν ἀναφέρεσθαι καὶ ὑπὸ τὰ πρός τι, μᾶλλον δὲ πᾶσα ἀνάγκη τὰ ὑπὸ τά πρός τι ἀναγόμενα ἀνάγεσθαι καὶ ὑπὸ ἄλλην τινὰ κατηγορίαν· εἴρηται γὰρ ὅτι ἴδια πράγματα οὐκ ἔχει τὰ πρός τι, ἀλλ’ ἐν ταῖς ἄλλαις κατηγορίαις θεωρεῖται. |