Ancient Greek · ~2 min
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.26
Not analysed yet
῾Υπάρχει δὲ ταῖς οὐσίαις καὶ ταῖς διαφοραῖς. ἐπὶ δεύτερον παρακολούθημα μεταβέβηκε τῆς οὐσίας, εὐθὺς δὲ κατέγνω καὶ τούτου. δῆλον δέ ἐστιν ἐκ τοῦ συνάψαι τὰς διαφοράς· δηλοῖ γὰρ καὶ ταύταις πάλιν ἐφαρμόζειν καὶ τοῦτο τὸ ἴδιον. ἄλλως τε δὲ οὐ κατὰ τοῦτο μόνον οὐκ ἐφαρμόζει τὸ ἴδιον τοῦτο ταῖς οὐσίαις, ἀλλὰ καὶ διὰ τὸ πάσῃ τῇ οὐσίᾳ μὴ ὑπάρχειν αὐτό· ἡ γὰρ πρώτη οὐσία κατ’ οὐοενος κατηγορεῖται.