Ancient Greek · ~3 min
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.27
Not analysed yet
Ἤτοι κατὰ τῶν ἀτόμων κατηγοροῦνται. Πρῶτον διδάσκει τίνα ἐστὶ τὰ δεχόμενα τὴν κατηγορίαν, εἶτα οὕτως τὴν συνώνυμον ἐπ’ αὐτῶν ἐφαρμόζει κατηγορίαν· τὰ μὲν γὰρ ἄτομα κατ’ οὐδενὸς ὑποκειμένου λέγεται, τὰ δὲ εἴδη τῶν ἀτόμων, καὶ πάλιν τὰ γένη κατ’ ἀμφοτέρων. ταῦτα δὲ καὶ συνωνύμως καθ’ ὧν κατηγορεῖται λέγεται· ὅσα γὰρ κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται· λέγεται γὰρ ὁ Σωκράτης οὐσία ἔμψυχος αἰσθητικὴ καὶ ζῷον λογικὸν θνητόν, λέγεται καὶ ὁ ἄνθρωπος οὐσία ἔμψυχος αἰσθητική. καὶ τοῦτο εἰκότως· επετον γαρ το γενος του ειοους κατηγορεῖται καὶ του ἀτόμου, τὸ δὲ εἶδος τοῦ ἀτόμου, ὅσα δέ κατὰ τοῦ κατηγορουμένου λέγε· τᾶι, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται, εἰκότως τὸ μὲν γένος κατὰ τῶν ἀτόμων καὶ κατὰ τῶν εἰδῶν συνωνύμως κατηγορεῖται, τὸ δὲ εἶδος τῶν ἀτόμων.