Ancient Greek · ~3 min
Book 1, Περὶ ποσοῦ
Ammonius, In Aristotelis Categorias Commentarius 1.26-2
Not analysed yet
οὐκ ἔστιν αὐτοῖς ἐναντίον. Ὅ λέγει τοιοῦτόν ἐστι· δεῖ τὰ ἐναντία πρῶτον εἶναι καθ’ ἑαυτὰ ἀπολελυμένην ἔχοντα τὴν ὑπόστασιν, εἶτα οὕτως συνέρχεσθαι καὶ τὴν μάχην ἀναδέχεσθαι, τοῦτ’ ἔστιν ἀντικεῖσθαι, ὅπερ ἐπὶ τῶν πρός τι ἀδύνατον, διὸ οὔτε πολεμεῖ ἀλλήλοις, ἀλλὰ μᾶλλον καὶ συνεισάγει. ταύτῃ γὰρ διαφέρει τὰ πρός τι τῶν ἐναντίων, ὅτι τὰ μὲν ἐναντία πρῶτον καθ’ ἑαυτά ἐστιν, ἔπειτα συμβάλλει καὶ μάχεται, τὰ δὲ πρός τι ἀλλήλοις συντίκτεται. οὕτως οὖν κἄν μηδαμῶς ᾖ λευκόν, μένει τὸ μέλαν, τὸν δὲ πατέρα ἐὰν ἀφέλῃς, οἴχεται ὁ υἱός. ἐπεὶ οὖν τὸ μέγα καὶ τὸ μικρὸν οὐ καθ’ αὑτὰ ἀλλὰ πρὸς ἕτερον, ὁμοίως καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον, καὶ οὐκ ἄν αὐτὸ καθ’ ἑαυτὸ οὔτε τὸ μέγα οὔτε τὸ μικρὸν ὑποσταίη, δῆλον ὡς οὐκ εἰσὶν ἐναντία.