Ancient Greek · ~2 min
Book 1, Περὶ ποσοῦ
Ammonius, In Aristotelis Categorias Commentarius 1.27-2
Not analysed yet
Ἔτι δὲ εἰ ἔσται τὸ μέτα καὶ τὸ μικρόν. Ἕτερον ἐπιχείρημα διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· φησὶ γὰρ ὅτι εἰ τὸ μέγα καὶ τὸ μικρὸν φαίημεν εἶναι ἐναντία, συμβήσεται τὸ αὐτὸ μέγα εἶναι καὶ μικρὸν πρὸς ἄλλο καὶ ἄλλο δηλονότι παραβαλλόμενον. . ὥστε τῶν ἐναντίων δεκτικὸν εἶναι κατὰ τὸν αὐτὸν χρόνον, καὶ ἔσται αὐτὸ ἑαυτῷ ἐναντίον, ὅπερ ἐστὶν ἀδύνατον. ὥστε τὸ μέγα καὶ τὸ μικρὸν οὐκ ἔστιν ἐναντία.