Ancient Greek · ~4 min
Book 1, Περὶ τῶν πρός τι.
Ammonius, In Aristotelis Categorias Commentarius 1.28-3
Not analysed yet
Ἔχει δὲ ἀπορίαν πότερον οὐδεμία. Συμπεπλήρωκε τὸν τῶν παλαιῶν ὁρισμὸν καὶ τὰ τούτου παρακολουθήματα· μέλλων τοίνυν τὸν ἑαυτοῦ ὁρισμὸν παρεισφέρειν βούλεται πρότερόν τινα ἄτοπα ἑπόμενα τούτῳ τῷ ὁρισμῷ δεῖξαι· ἔστι δ’ ἄτοπον τὸ τὰ μέρη τῶν δευτέρων οὐσιῶν πρός τι εὑρίσκεσθαι, τοῦτ’ ἔστι τὰς οὐσίας συμβεβηκότα. διαίρεσις δὲ παραδίδοται τοιαύτη· ἡ οὐσία ἢ καθόλου ἐστὶν ἢ μερικὴ καὶ ἢ ὅλον ἢ μέρος. τέσσαρες οὗν γίνονται δηλονότι συζυγίαι, μία μὲν καθόλου μέρος οἷον κεφαλὴ χείρ, ἑτέρα δὲ ὅλον μερικὸν οἷον Σωκράτης καὶ τὰ τοιαῦτα, ἄλλη δὲ καθόλου ὅλον οἷον ἄνθρωπος, καὶ μερικὸν μέρος ὡς ἡ τὶς χεὶρ καὶ ἡ τὶς κεφαλή. τούτων αἱ μὲν τρεῖς οὐκ εἰσὶ τῶν πρός τι, ἡ δὲ μία τὸ καθόλου μέρος, |ὅ ἐστι κεφαλὴ 119v χείρ, δόξει τῶν πρός τι εἶναι· τινὸς γὰρ κεφαλὴ καὶ τινὸς χεὶρ λέγεται. τοῦτο οὖν φησιν ἀδύνατον ἢ δυσχερὲς λῦσαι κατὰ τὸν προαποδεδομένον τῶν πρός τι ὁρισμόν.