Ancient Greek · ~7 min
Book 1, Περὶ τῶν πρός τι.
Ammonius, In Aristotelis Categorias Commentarius 1.27-3
Not analysed yet
Ὥστε πρότερον ἄν τῆς αἰσθήσεως. Ἰστέον ὅτι οὐκ ἐπήγαγε τῶν προειρημένων ἀποριῶν τὴν λύσιν. πρὸς τοῦτο οὖν ῥητέον ὅτι τὰ πρός τι διχῶς νοεῖται, ἢ ὡς πράγματα αὐτὰ καθ’ αὑτὰ ἀπολελυμένα ἢ ὡς σχέσει δεσμούμενα, οἷον ὁ πατὴρ καὶ ὁ υἱός· ἐὰν γὰρ νοήσωμεν πατέρα μὲν ὡς Σωφρονίσκον τὸν δὲ υἱὸν ὡς Σωκράτην, κράτην, πρότερον δεῖ εἶναι Σωφρονίσκον τοῦ Σωκράτους· πρότερος γὰρ ὁ πατὴρ ὡς αἴτιον αἰτιατοῦ. τοῦτο δὲ ἔσται, ἐὰν ὡς πράγματα νοήσωμεν αὐτῶν ἑκάτερον (πρότερος γὰρ ἔσται ὁ Σωφρονίσκος τοῦ Σωκράτους), ἐὰν δὲ ὡς πατέρα καὶ υἱόν, ἅμα ἔσται τῇ σχέσει δεσμούμενα. οὕτως οὖν καὶ ἡ ἐπιστήμη καὶ τὸ ἐπιστητόν· ἐὰν μὲν τὸ ἐπιστητὸν ὡς πρᾶγμα νοήσωμεν οἷον τὰ ἄστρα, πρότερον ἔσται τὸ ἐπιστητὸν ὡς πρᾶγμα νοούμενον (πρότερα γὰρ τὰ ἄστρα τῆς περὶ αὐτὰ ἐπιστήμης), ἐὰν δὲ ὡς πρός τι νοήσωμεν, τὸ ἐπιστητὸν ἔσται ἅμα τῇ ἐπιστήμῃ· οὐδὲν γὰρ ἄν εἴη ἐπιστητὸν ἐπιστήμης μὴ οὔσης περὶ αὐτό· ἅμα γὰρ ἐπιστητὸν εἶναί φησι καὶ τὴν περὶ αὐτὸ ἐπιστήμην. εἰ δέ τις εἴποι τὸ ἐπιστητὸν δυνάμει εἶναι καὶ πρὸ τῆς περὶ αὐτὸ ἐπιστήμης, φημὶ ὅτι καὶ ἡ περὶ αὐτοῦ ἐπιστήμη τηνικαῦτα ἔσται δυνάμει. καὶ καθόλου ἐν τοῖς πρός τι ὡς ἄν ἔχοι τὸ ἕτερον, οὕτω καὶ τὸ ἕτερον ἕξει. εἰ μὲν 〈γὰρ τὸ ἕτερον〉 ἐνεργείᾳ εἴη, ἐνεργείᾳ καὶ τὸ λοιπὸν ἔσται ,ἐὰν δὲ τὸ ἕτερον δυνάμει, καὶ τὸ ἄλλο ἔσται δυνάμει· οἷον ὅταν τὸ ἐπιστητὸν ἐνεργείᾳ ᾖ, ἐξ ἀνάγκης καὶ ἡ περὶ αὐτὸ ἐπιστήμη ἐνεργείᾳ ἔσται, ὅταν δὲ τὸ ἐπιστητὸν δυνάμει ᾖ, καὶ ἡ ἐπιστήμη δυνάμει ἔσται. ὅταν δὲ προεπινοῶμεν τὸ ἐπιστητὸν τῆς ἐπιστήμης ἢ τὸ αἰσθητὸν τῆς αἰσθήσεως, οὐχ ὡς ἐπιστητὸν ἢ ὡς αἰσθητὸν ἀλλ’ ὡς πρᾶγμα αὐτὸ καθ’ αὑτὸ θεωροῦμεν.