Ancient Greek · ~2 min
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.29
Not analysed yet
῾Υπάρχει δὲ ταῖς οὐσίαις καὶ τὸ μηδὲν αὐταῖς ἐναντίον. ἐπὶ τέταρτον παρακολούθημα μεταβέβηκε τῆς οὐσίας, καταγινώσκει δὲ καὶ τούτου ὡς καὶ ἄλλοι τισὶ προσόντος· τῷ γὰρ ποσῷ οὐδέν ἐστιν ἐναντίον, οἷον τῷ διπήχει, ὁμοίως οὐδὲ τῷ ἀριθμῷ οὐδέν ἐστιν ἐναντίον· τί γὰρ ἄν εἴη τῷ δέκα ἐναντίον; ἐὰν γὰρ εἴπῃς τὰ τρία τῷ δέκα ἐναντία, τότε τὸ μέγα καὶ τὸ μικρὸν λαμβάνεις, καὶ ταῦτα οὐκ ἔστιν ἐναντία ἀλλὰ πρός τι, οἷς οὐδέν ἐστιν ἐναντίον.