Ancient Greek · ~5 min
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.28
Not analysed yet
Πᾶσα δὲ οὐσία δοκεῖ τόδε τι σημαίνειν. ᾿Απωσάμενος τὰ πρότερα δύο παρακολουθήματα τῆς οὐσίας τό τε μὴ ἐν ὑποκειμένῳ εἶναι καὶ τὸ συνωνύμως πάντα ἀπ’ αὐτῶν λέγεσθαι, ἐπὶ τρίτον μεταβέβηκε τὸ τόδε τι σημαίνειν. καὶ ἔστι μὲν οὖν τὸ τόδε τῆς δείξεως σημαντικόν, τὸ δὲ τὶ τῆς κατὰ τὸ ὑποκείμενον οὐσίας, ὅτι ὑπομένει καὶ οὐ δέεταί τινος οὐδὲ ἔστιν ἐν ὑποκειμένῳ, ἀλλ’ αὐτὴ ὑποκείμενον πᾶσίν ἐστι καὶ τῆς ἑνότητος αἰτία, τοῦτ’ ἔστι τοῦ ἓν σημαίνειν, ὡς τόδε τὸ ξύλον ὅδε ὁ ἄνθρωπος· τὸ γὰρ τόδε τι λέγεται ἐπὶ τῆς κατὰ τὸ ὑποκείμενον οὐσίας, τοῦτ’ ἔστι τῆς ἀτόμου τῆς φαινομένης· αὕτη γάρ ἐστιν ἡ καὶ τὴν δεῖξιν καταδεχομένη. καταγινώσκει δὲ καὶ τούτου τοῦ ἰδίου ὡς μόνῃ μὲν τῇ οὐσίᾳ παρακολουθοῦντος, οὐ πάσῃ δέ· τὰ γὰρ εἴδη, φησί, καὶ τὰ γένη ὡς ὁ ἄνθρωπος καὶ τὸ ζῷον δοκεῖ μὲν τόδε τι σημαίνειν διὰ τὸ τὸν ἑνικὸν χαρακτῆρα ἐμφαίνειν, σημαίνει δὲ μᾶλλον πλῆθος καὶ ποιότητά τινα· τὴν γὰρ κοινωνίαν καὶ συναγωγὴν τῶν κατὰ μέρος ἐμφαίνει. διό φησιν ‘οὐκ ἔστι ποιὸν ὡς τὸ συμβεβηκός, ἀλλὰ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει᾿, τοῦτ’ ἔστι τὴν συναγωγὴν καὶ συνάθροισιν τῶν κατὰ μέρος ἀνθρώπων· τὸ μὲν γὰρ ποιὸν ὡς συμ|βεβηκὸς ἐπεισέρχεται τῇ οὐσίᾳ ὑστερογενὲς ὂν καὶ δεόμενον αὐτῆς πρὸς σύστασιν, τοῦτο δὲ οὐδαμῶς.