Ancient Greek
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.31
Not analysed yet
Ei μή τις τὸ πολὺ τῷ ὀλίγῳ φαίη. Κατ’ ἀλήθειαν οὐδὲ ταῦτά ἐστι κυρίως ἐναντία, ὡς καὶ αὐτὸς ἀποδείξει ὀλίγον ὕστερον. κατὰ δὲ συγχώρησίν φησιν ὅτι εἰ καὶ ἐναντία ἐστὶ ταῦτα, οὐδὲν ἄτοπον ἀκολουθήσει τὸ προκείμενον πρᾶγμα· ἱκανὸν γὰρ ἓν καὶ μόνον ἀνατρέψαι τὸ καθόλου. εἰ οὖν τῷ διπήχει οὐδέν ἐστιν ἐναντίον, δῆλον ὅτι οὐ μόνῃ τῇ οὐσίᾳ ὑπάρχει τὸ μηδὲν ἔχειν ἐνάντιον. |