Ancient Greek · ~2 min
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.32
Not analysed yet
Δοκεῖ δὲ ἡ οὐσία μὴ ἐπιδέχεσθαι. Τοῦτο πέμπτον παρακολούθημα. εἰκότως δὲ οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον ἡ οὐσία, ἐπειδὴ οὐδὲ ἐναντιότητα ἔχει· ἐν οἷς γὰρ ἡ ἐναντιότης, ἐν τούτοις τὸ μᾶλλον καὶ ἧττον, καὶ ἐν οἷς τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐν τούτοις καὶ ἐναντιότης· ὑφέσει γὰρ του ἐναντίου τικτεται τὸ μαχόμενον. οὐκ ἐπήγαγε δὲ πρὸς τῷ τέλει αὐτοῦ ὅτι ῾οὐκ ἴδιον δὲ οὐσίας τοῦτο· καὶ γὰρ τὸ ποσὸν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον᾿ · ἐπειδὴ γὰρ συνηγμένα εἰσὶ τὰ παρακολουθήματα, σοὶ κατέλιπεν ἐννοῆσαι καὶ προσυπακοῦσαι τοῦτο ὃ ἐπάνω ἦν εἰρηκώς.