Ancient Greek
Book 1, Περὶ τῶν πρός τι.
Ammonius, In Aristotelis Categorias Commentarius 1.32-3
Not analysed yet
Ἐκ δὲ τούτων δῆλόν ἐστιν ὅτι. ἐκθέμενος τὸν ἴδιον ὅρον πόρισμά τι συνάγει ἀκόλουθον τοῖς προειρημένοις· πόρισμα δέ ἐστι τὸ ἀποδείξει ἑτέρου συναναφαινόμενον καὶ αὐτὸ μέντοι χρήσιμον· οἷον ὡς ἄν εἰ εἰπών τις καὶ προθέμενος δεῖξαι ὅτι ἀθάνατός ἐστιν ἡ ψυχή, λογίσηται ὅτι εἰ μὴ ἦν αὐτὴ κατὰ τὸ ἀληθὲς ἀθάνατος, ἀλλὰ μετὰ τὴν ἀναχώρησιν τοῦ σώματος διεσκεδάννυτο, οὐδὲν διέφερον οἱ σπουδαῖοι ἄνθρωποι τῶν κακῶν, ἐπειδὴ δὲ κατὰ τὸ ἀληθὲς ἅπαντες ἴσμεν ὅτι ἔστι πρόνοια ἀπονέμουσα ἑκάστῃ ψυχῇ ἀμοιβὴν τῶν πράξεων καὶ διὰ τοῦτό τινες τῶν εὐζωίᾳ ζώντων ἐπείγονται τὰς ἀρετὰς κτᾶσθαι ὡς διὰ τοῦτο τὴν ψυχὴν οἰκειοτέραν ποιεῖν τῇ προνοία (οὐδεὶς γὰρ ἠλίθιός ἐστιν οὕτω τῇ διανοίᾳ ὡς τοῦτο ὅλον ἀγνοῆσαι), ἐὰν οὖν τὰ ἑπόμενα τῇ ψυχῇ λάβῃ καὶ δείξῃ ὅτι κρίνεται, πάντως τῇ τούτου ἀποδείξει συναναφαίνεται ὅτι ἔστι καὶ πρόνοια. φησὶ τοίνυν ὅτι ἐάν τις τῶν πρός τι τὸ ἕτερον εἰδῇ ὡρισμένως, καὶ τὸ ἕτερον ὡρισμένως εἴσεται, κἀν ἀορίστως, ὁμοίως καὶ τὸ ἕτερον ἀορίστως εἴσεται, κἀν ἀπλῶς, ἀπλῶς, καὶ καθόλου ὡς ἄν τὸ ἕτερον εἰδῇ, καὶ τὸ ἕτερον εἴσεται· εἰ γὰρ μὴ οἶδεν ὅλως πρὸς ὃ τοῦτό πως ἔχει, οὐδ’ εἰ πρός τί πως ἔχει εἴσεται· |εἰ γάρ τις ἐπίσταται τὸν Σωφρονίσκον ὄντα πατέρα, πάντως καὶ τὸν Σωκράκαὶ την εἴσεται· εἰ δὲ τοῦτο μὴ εἰδείη, οὐδ' εἰ πατήρ ἐστι Σωφρονίσκος εἴσεται.