Ancient Greek · ~2 min
1.33 to 1.35
Ammonius, In Aristotelis Categorias Commentarius 1.33-3-35
Not analysed yet
Ωσαύτως δὲ καὶ τόδε τι εἰ οἶδεν. Εἰ γὰρ οἶδέ τις μέγεθός τι ὡς διπλάσιον, εἴσεται, φησί, καὶ τίνος διπλάσιον· εἰ γὰρ μή, οὐδὲ τὸ διπλάσιον ἐπίσταται. καὶ εἰ οἶδεν ὅτι κάλλιόν ἐστιν, ὀφείλει εἰδέναι καὶ τίνος κάλλιον· εἰ γὰρ μή, ἀλλὰ μόνον ὅτι χείρονος κάλλιον, ἀπατηθήσεται οὕτω τὴν ἀπάντων χείρονα ὕλην πολλάκις λέγων κάλλιον. Ὑπόληψις γὰρ τὸ τοιοῦτο γίνεται, οὐκ ἐπιστήμη. Ἡ μὲν γὰρ ὑπόληψις ἀμυδρὰ καὶ ἀβέβαιός ἐστι γνῶσις, ἡ δὲ ἐπι- στήμη γνῶσίς ἐστιν ἄπταιστος. ὐδέν ἐστι χεῖρον αὐτοῦ. οὐδὲν γὰρ ἀπεικὸς ὃ λέγομεν κάλλιον κατὰ τύχην εἶναι πάντων χεῖρον ὡς ἐπὶ τῆς ὕλης.