Ancient Greek · ~2 min
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.37
Not analysed yet
῾Ο δὲ λόηος καὶ ἡ δόξα. ᾿Ιστέον ὅτι τὰ ἐπὶ τῶν οὐσιῶν ἐναντία αὐτὰ εἰς ἄλληλα μεταβάλλει τὸ γὰρ θερμὸν ψυχρὸν γίνεται καὶ τοὐναντίον τὸ ψυχρὸν θερμόν, ὁμοίως δὲ καὶ τὸ μέλαν λευκὸν καὶ τὸ λευκὸν μέλαν), ἐπὶ δὲ τοῦ λόγου καὶ τῆς δόξης οὐχ οὕτως· οὐ γὰρ τὸ ψεῦδος εἰς ἀλήθειαν μεταβάλλει οὔτε ἡ ἀλήθεια εἰς ψεῦδος, ἀλλὰ τοῦ πράγματος κινουμένου καὶ μεταβάλλοντος τὸ ψεῦδος καὶ ἡ ἀλήθεια γίνεται· οὐ γὰρ ἐκ τοῦ λόγου ἢ τῆς δόξης ἀλήθεια ἢ ψεῦδος γίνεται.