Ancient Greek · ~4 min
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.36
Not analysed yet
᾿Επὶ δὲ τῶν ἄλλων οὐδενὸς φαίνεται. Οπερ τις ἔμελλεν ἀπορεῖν, αὐτὸς προλαβὼν ἐπιλύεται· φησὶ γὰρ τὸν προφορικὸν λόγον καὶ τὴν δόκησιν εἶναι τῶν ἐναντίων δεκτικά· ὁ γὰρ λόγος γος ὁ λέγων ῾Σωκράτης κάθηται᾿ ,εἰ μὲν τύχοι καθεζόμενος ὁ Σωκράτης, ἀληθεύει, εἰ δὲ τύχοι περιπατῶν, ψεύδεται. ὁμοίως καὶ περὶ τῆς δόξης· ὁ γὰρ δοξάζων περὶ Πλάτωνος ὅτι κάθηται, εἰ μὲν τύχοι καθεζόμενος, ὀρθῶς δοξάζει, εἰ δὲ μή, ψευδῶς. ὥστε ὁ αὐτὸς λόγος καὶ ἡ αὐτὴ δόξα δεκτική ἐστιν ἀληθείας καὶ ψεύδους. ἐπιλύεται δὲ τοῦτο διχῶς κατά τε τὴν λεγομένην ἔνστασιν καὶ ἀντιπαράστασιν. καὶ ἔνστασις μέν ἐστι τὸ ὅλως τὴν ἀπορίαν μὴ δέξασθαι, ἀλλ’ ἀνατρέψαι αὐτὴν οὕτως ἔχουσαν, ὡς ἠπορήθη, ἀντιπαράστασις δέ ἐστι τὸ καταδέξασθαι μὲν τὴν ἀπορίαν καὶ ἐνδοῦναι ταῖς προτάσεσι, δεῖξαι δὲ ὅτι καὶ οὕτως ἔχουσαι οὐδὲν λυμαίνονται τὸ λεγόμενον· προέταξε δὲ ἐνταῦθα τὴν ἀντιπαράστασιν τῆς ἐνστά- σεως ὡς πρὸς εἰσαγομένους σαφηνείας χάριν.