Ancient Greek · ~2 min
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.39
Not analysed yet
Εἰ καί τις ταῦτα παραδέχοιτο τὸν λόγον καὶ τὴν δόξαν δεκτικὰ τῶν ἐναντίων εἶναι. Τῇ ἀντιπαραστάσει κατὰ συγχώρησιν· κατὰ ἀλήθειαν γὰρ οὐκ ἔστι τῶν ἐναντίων δεκτικά· ὅ τε γὰρ λόγος καὶ ἡ δόξα οὐ τῷ αὐτὰ δεδέχθαι τι τῶν ἐναντίων λέγεται εἶναι δεκτικά· πῶς γὰρ ὅλως δέξονται τὰ ἐναντία ὑπόστασιν ὅλως τινὰ μὴ ἔχοντα, ὅπερ δεῖ ἔχειν τὸ μέλλον ἐπιδέχεσθαι τὰ ἐναντία; ὁ δὲ λόγος καὶ ἡ δόξα ἅμα τῷ προφέρεσθαι καὶ ἔφθαρται. Περὶ μὲν οὐσίας τοσαῦτα εἰρήσθω νυνί, ἑξῆς δὲ περὶ ποσοῦ ῥητέον.