Ancient Greek · ~9 min
Book 1, Περὶ ποσοῦ
Ammonius, In Aristotelis Categorias Commentarius 1.1-3
Not analysed yet
Τοῦ δὲ ποσοῦ τὸ μέν ἐστι διωρισμένον. Πληρώσας τὸν περὶ τῆς οὐσίας λόγον, περὶ τοῦ ποσοῦ νῦν διαλαμβάνει. δευτέραν γὰρ ἔχει τάξιν ἐν ταῖς κατηγορίαις τὸ ποσόν· ἡ γὰρ πρώτη ὕλη ἀνείδεος οὖσα καὶ ἀσώματος πρότερον τὰς τρεῖς διαστάσεις δέχεται καὶ γίνεται τριχῇ διαστατὸν τὸ καλούμενον δεύτερον ὑποκείμενον, εἴθ’ οὕτως τὰς ποιότητας καὶ γίνεται σύνθετον ποσόν, <οἶον> τὸ διαστατὸν θερμότητα μὲν δεξάμενον καὶ ξηρότητα γίνεται πῦρ, ψυχρότητα δὲ καὶ ὑγρότητα γίνεται ὕδωρ, καὶ τἆλλα ὁμοίως. εἰκότως οὖν δευτέραν τάξιν ἔχει ἐν ταῖς κατηγορίαις τὸ ποσόν, τρίτην δὲ τὸ ποιόν· τὰ γὰρ πρός τι σχέσις τίς ἐστιν ἑτέρων κατηγοριῶν, ὁ δὲ τόπος καὶ ὁ χρόνος καὶ τὰ λοιπὰ ἀπὸ τούτων σεσύληται. πάλιν δὲ διαιροῦμεν τὴν οὐσίαν εἰς πρώτην καὶ εἰς δευτέραν, αὐτὸ δὲ τὸ πρῶτον καὶ τὸ δεύτερον τοῦ ἀριθμοῦ, ὥστε τῷ ἀριθμῷ προσκέχρηται τῷ τριχῆ διαστατῷ, ὁ δὲ ἀριθμὸς τοῦ ποσοῦ. εἰκότως τοίνυν περὶ τοῦ ποσοῦ δευτέρως διαλαμβάνει ὁ ᾿Αριστοτέλης. Διαιρεῖ οὖν τὸ ποσὸν εἰς συνεχὲς καὶ διωρισμένον, καὶ τὸ μὲν διωρισμένον εἰς δύο, εἰς ἀριθμὸν καὶ λόγον, τὸ δὲ συνεχὲς εἰς πέντε, εἰς γραμμὴν ἐπιφάνειαν σῶμα χρόνον τόπον. πάλιν δὲ ἐπιδιαιρεῖται τὸ ποσὸν εἴς τε τὸ ἐκ θέσιν ἐχόντων τῶν μορίων συνεστηκὸς καὶ τὸ <ἐξ> οὐκ ἐχόντων καὶ τὸ μὲν ἐκ θέσιν ἐχόντων τῶν μορίων εἰς γραμμὴν ἐπιφάνειαν σῶμα τόπον, τὸ δὲ ἐκ μὴ ἐχόντων θέσιν εἰς χρόνον καὶ λόγον καὶ ἀριθμόν. τινὲς δὲ τὰ κυρίως εἴδη τοῦ ποσοῦ φασιν εἶναι τρία, ἀριθμὸν ὄγκον δύναμιν, τοῦτ’ ἔστι ῥοπήν· φασὶ γὰρ ὅτι ὁ λόγος καὶ ὁ χρόνος ταὐτόν ἐστι τῷ ἀριθμῷ, ἡ δὲ γραμμὴ καὶ ἡ ἐπιφάνεια καὶ τὸ σῶμα εἴς τι κοινὸν ἀνάγεται, τὸ μέγεθος, |ὁ δὲ τόπος ὁ αὐτός ἐστι τῇ ἐπιφανείᾳ, ὥστε τοῦ ποσοῦ τὸ μέν ἐστιν ἀριθμὸς τὸ δὲ μέγεθος τὸ δὲ δύναμις· ὑπὸ ταύτην γὰρ τό τε βαρὺ καὶ τὸ κοῦφον ἀνάγεται, ἅτινά εἰσι ῥοπαὶ τοῦ ποσοῦ· ὑπὸ γὰρ αὐτὸ ἀνάγονται. πῶς δὲ τῆς κινήσεως οὐκ ἐμνημόνευσε; καί φαμεν ὅτι ἡ κινήσις ἐνέργειά τις οὐκ ἔστιν, ἀλλὰ ἀόριστον πρᾶγμα, διὸ οὐκ ἐμνήσθη αὐτῆς ὡς πρὸς εἰσαγομένους ποιούμενος τὸν λόγον · αὐτὴ γὰρ ἡ κίνησις οὐδὲν ἕτερόν ἐστιν ἢ ὁδὸς ἀπὸ τοῦ δυνάμει ἐπὶ τὸ ἐνεργείᾳ. |