Ancient Greek · ~1 min
Book 1, ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΔΕΚΑ ΚΑΤΗΓΟΡΙΩΝ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ ΦΙΛΟΣΟΦΟΥ.
Ammonius, In Aristotelis Categorias Commentarius 1.4
Not analysed yet
Κοινόν. Τὸ κοινὸν λέγεται τετραχῶς· ἢ τὸ ἀδιαιρέτως μεθεκτόν, ὥσπερ ἐπὶ τοῦ ζῴου αὐτοῦ γὰρ πάντες μετέχομεν ἀδιαιρέτως· οὐ γὰρ τὰ μὲν οὐσίας μόνης ἀπολαύει, τὰ δὲ ἐμψύχου μόνου, τὰ δὲ αἰσθήσεως μόνης), ἢ τὸ διαιρετὸν μεθεκτὸν ὡς ἀγρός· ἔτυχον γὰρ οὐ πάντες ὅλου, ἀλλ’ ἕκαστος μέρους. περὶ οὖν τοῦ ἀδιαιρέτως μεθεκτοῦ λέγει ἐνταῦθα.