Ancient Greek · ~6 min
Book 1, ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΔΕΚΑ ΚΑΤΗΓΟΡΙΩΝ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ ΦΙΛΟΣΟΦΟΥ.
Ammonius, In Aristotelis Categorias Commentarius 1.5
Not analysed yet
῾Ο δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἔτερος, οἷον ζῷον ὅ τε ἄνθρωπος καὶ τὸ γεγραμμένον. Τὰ παραδείγματα πάντα ἀσφαλῶς εἴρηκεν ὁ φιλόσοφος, ἐπεὶ ὑπελάμ- βανεν ἄν τις μηδὲ εἶναι ὅλως ὁμώνυμα ἀλλὰ συνώνυμα· οἱ γὰρ Αἴαντες ἔχουσιν ὄνομα κοινὸν καὶ ὁρισμὸν τὸ ζῷον λογικὸν θνητόν. καλῶς οὖν εἶπεν ό δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, ἵνα μὴ τὸν τυχόντα ὁρισμὸν λαμβάνωμεν, ἀλλὰ τὸν κατὰ τὸ ὄνομα, καθ’ ὃ κοινωνοῦσι· τῶν γὰρ Αἰάντων ὁ μέν ἐστι Τελαμῶνος υἱὸς Σαλαμίνιος, ὃς ἐμονομάχησεν ΄Εκτορι, ὁ δὲ ἕτερος ᾿Οιλέως υἱὸς Λοκρὸς πόδας ταχύς· ὥστε ὁ κατὰ τὸ ὄνομα ὁρισμὸς ἑκατέρου ἕτερος. εἴποι δ’ ἄν τις ὅτι δυνατὸν τὰ ὁμώνυμα καὶ συνώνυμα καλέσαι, οἷόν τι ὡς ἐπὶ τῶν δύο Αἰάντων· οὗτοι γὰρ ὁμώ- νυμοί εἰσι, καθὸ τὸ μὲν ὄνομα ἔχουσι κοινόν, τὸν δὲ ὁρισμὸν τὸν κτὰ τοὔνομα διάφορον· ὁ μὲν γάρ ἐστι Τελαμῶνος, ὁ δὲ ᾿Οιλέως. ἀλλὰ πάλιν εἴποι ἄν τις ῾καὶ κατὰ τὸν λόγον τὸν κατὰ τοὔνομα συνώνυμοί εἰσιν· ἀμ- φότεροι γὰρ ὅ τε ᾿Οιλέως καὶ ὁ Τελαμῶνος ἄνθρωποί εἰσι καὶ ἔσονται συνώνυμοι᾿. |τίνι οὖν διενηνόχασιν ἀλλήλων; τούτῳ ὅτι τὰ μὲν ὁμώνυμα οἷον οἱ Αἴαντες ἔχουσι τὴν κοινωνίαν πρὸς ἀλλήλους τὴν κατὰ τοὔνομα, ἤγουν τοῦ Αἴαντος, ἔχουσι δὲ κοινωνίαν ἀμφότεροι καὶ πρὸς αὐτὴν τὴν ὁμωνυμίαν, καθὸ μετέχουσι ταύτης τῆς ὁμωνυμίας. τὰ μέντοι γε συνώ- νυμα οὐκ ἔχουσιν οὕτως· ἐνταῦθα γὰρ μόνην τὴν πρὸς ἄλληλα σχέσιν παραλαμβάνομεν.