Ancient Greek · ~2 min
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.4-2
Not analysed yet
᾿Εν οἷς εἴδεσιν αἱ πρώτως λεγόμεναι οὐσίαι. Διὰ τί μὴ εἶπε ῾δεύτεραι οὐσίαι λέγονται τὰ γένη καὶ τὰ εἴδη᾿ καθόλου, ἀλλ’ ἐν οἷς εἴδεσι; λέγομεν ὅτι πάνυ ἀσφαλῶς· εἰ γὰρ εἶπε τὰ γένη καὶ τὰ εἴδη, ἐπειδήπερ ἐν ταῖς ἄλλαις κατηγορίαις εἰσὶ γένη καὶ εἴση οἷον ἐν τῷ ποιῷ γένος μὲν τὸ χρῶμα εἶδος δὲ τὸ λευκὸν καὶ τὸ μέλαν), εἴχομεν ὑπολαβεῖν τὰς δευτέρας οὐσίας εἶναι καὶ ἐν τοῖς συμβε- βηκόσι· διὰ τοῦτο οὐ τὰ τυχόντα εἴδη εἶπεν, ἀλλ’ ἐν οἷς εἴδεσιν εύρίσκονται αἱ πρῶται οὐσίαι.