Ancient Greek · ~7 min
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.3-2
Not analysed yet
Δεύτεραι δὲ οὐσίαι λέγονται. Ἄξιον δὲ ζητῆσαι ποίῳ τρόπῳ κέχρηται διαιρέσεως ἐν τῇ οὐσίᾳ· τῶν γὰρ διαιρουμένων τὰ μὲν ὡς γένος εἰς εἴδη διαιρεῖται, |τὰ δὲ ὡς ὅλον εἰς μέρη, τὰ δὲ ὡς φωνὴ ὁμώνυμος εἰς διάφορα σημαινόμενα. καί φαμεν ὅτι πρῶτον μὲν οὐχ ὡς γένος εἰς εἴδη, ὅτι οὐδέποτε τῶν διαιρεθέντων εἰδῶν τὸ ἓν περιέχει τὸ ἕτερον· οἷον τοῦ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον, οὐ δυνάμεθα δὲ εἰπεῖν ῾τοῦ ζῴου τὸ μὲν ἄλογον τὸ δὲ ἵππος᾿ · περιέχεται γὰρ ὑπὸ τοῦ πρώτου τὸ δεύτερον. οὕτω γοῦν καὶ ἡ πρώτη οὐσία ὑπὸ τῆς δευτέρας περιέχεται. ἀλλὰ μὴν οὐδ’ ὡς ὅλον εἰς μέρη διαιρεῖται· οὐδὲ γὰρ οἷόν τε εἰπεῖν ῾τοῦ ὅλου τὸ μὲν χεὶρ τὸ δὲ δάκτυλος᾿ (περιέχεται γὰρ ὁμοίως καὶ ἐν τῇ χειρὶ ὁ δάκτυλος), ἀλλὰ τοῦ ὅλου τὸ μὲν χεὶρ τὸ δὲ πούς. ἀλλὰ μὴν οὐδ’ ὡς φωνὴ ὁμώνυμος εἰς διάφορα σημαινόμενα διὰ τὴν αὐτὴν αἰτίαν· οὐδὲ γὰρ ἐν τοῖς διαιρουμένοις ὡς φωνὴ ὁμώνυμος εἰς διά· φόρα σημαινόμενα εὑρίσκομεν περιεχόμενον τὸ ἕτερον ὑπὸ τοὐ ἑτέρου, οἷον ἡ κύων φωνὴ κατηγορεῖται κατὰ τοῦ ἀστρῴου καὶ κατὰ τοῦ φιλοσόφου καὶ κατὰ τοῦ χερσαίου κυνός, οὐδὲν δὲ τούτων ὑπὸ τοῦ ἑτέρου περιέχεται. ἄλλως τε ἐπὶ τῶν διαιρουμένων ὡς φωνὴ ὁμώνυμος εἰς διάφορα σημαινόμενα μόνη ἡ ὁμωνυμία εὑρίσκεται, οὐ μέντοι καὶ κοινωνία ὁρισμοῦ, ἐπὶ δὲ τῆς πρώτης καὶ δευτέρας οὐσίας οὐ μόνον κοινωνία ὀνόματός ἐστιν, ἀλλὰ καὶ ὁρισμοῦ· ὁ γὰρ Σωκράτης πρώτη ὢν οὐσία καὶ τῷ τῆς δευτέρας ὀνόματι καλεῖται, τοῦτ’ ἔστι τῷ τοῦ ἀνθρώπου, καὶ τὸν ὁρισμὸν δὲ τὸν αὐτὸν ἔχει ὅ τε Σωκράτης καὶ ὁ καθόλου ἄνθρωπος· ὁμοίως γὰρ καὶ τὸ ζῷον οὐσία ἔμψυχος αἰσθητικὴ καὶ ζῷον καλεῖται. φαμὲν οὖν ὅτι τάξιν παραδίδωσιν αὐτῆς, οὐκέτι δὲ καὶ διαίρεσιν. |