Ancient Greek
Book 1, Περὶ τῶν ἐναντίων.
Ammonius, In Aristotelis Categorias Commentarius 1.5-4
Not analysed yet
Δικαιοσύνη δὲ καὶ ἀδικία ἐν. Ἄνω εἰρηκὼς ὅτι τὰ ἐναντία ἐν τῷ αὐτῷ γένει δεῖ εἶναι, νῦν δείκνυσιν ὅτι οὐ πάντα ἐν τῷ αὐτῷ γένει εἰσίν· δικαιοσύνη γὰρ καὶ ἀδικία ἐναντία γένη οὐκ ἐν τῷ αὐτῷ γένει θεωροῦνται· ἡ γὰρ δικαιοσύνη ἐν γένει τῇ ἀρετῇ, ἡ δὲ ἀδικία ἐν γένει τῇ κακίᾳ. φαμὲν ὅτι καὶ αὐτὰ τὰ ἐναντία γένη κοινόν τι γένος ἔχει· καὶ γὰρ ἡ ἀρετὴ ἕξις ἐστὶν καὶ ἡ κακία ὁμοίως ἕξις. |