Ancient Greek
1.2 to 1.4
Ammonius, In Aristotelis Categorias Commentarius 1.2-6-4
Not analysed yet
Ἔτι ἐπὶ τῶν ἐναντίων. Δῆλον ὅτι καὶ τὰ ἐναντία νῦν ὡς πράγματα ἐξετάζει καὶ οὐχ ὡς ἐναντία· ὄντος μὲν γάρ φησι τοῦ λευκοῦ οὐκ ἀνάγκην εἶναι τὸ μέλαν, ὄντος δ’ αὐτοῦ ὡς ἐναντίου ἐξ ἀνάγκης εἶναι τὸ μέλαν· τὸ γὰρ ἐναντίον τινὶ λέγεται ἐναντίον εἶναι, καθὼς καὶ ἐν τοῖς πρός τι εἴρηται. Ἔτι εἰ τῷ Σωκράτη ὑγιαίνειν. Τοῦτό φησιν ὅτι τὰ ἐναντία φθαρτικά ἐστιν ἀλλήλων καὶ οὐδέποτε τοῦ ἑνὸς ὄντος τὸ ἕτερον ὑποσταίη τῷ ὑποκειμένῳ κατὰ τὸ αὐτὸ μέρος ἐν τῷ αὐτῷ χρόνῳ· ὑγεία γὰρ καὶ νόσος ἐναντία καὶ οὐδέποτε τῷ αὐτῷ ὑπάρξουσιν ἅμα. Δῆλον δὲ ὅτι καὶ περὶ ταὐτόν. Έτερον παρακολούθημα τῶν ἐναντίων τὸ ἀμφότερα εὑρίσκεσθαι ἐν ἑνὶ ὑποκειμένῳ. καὶ τοῦτο εἰκότως· δεῖ γὰρ τὰ πολεμοῦντα καὶ μαχόμενα ἀλλήλοις ἐν ἑνὶ ὑποκειμένῳ ἢ τόπῳ συνελθόντα τοῦτο ποιεῖν.