Ancient Greek · ~2 min
Book 1, Περὶ τῶν ἀντικειμένων.
Ammonius, In Aristotelis Categorias Commentarius 1.6-5
Not analysed yet
Ἐπ’ ἐνίων μὲν οὖν ὀνόματα. Τῶν ἐμμέσων ἐναντίων τὰ μὲν τὸ μέσον ἔχουσιν ὀνομαζόμενον ὡς λευκὸν καὶ μέλαν τὸ ὠχρὸν καὶ τὸ φαιὸν καὶ τὰ τοιαῦτα, τὰ δὲ οὐκ ἔχει, τῇ δὲ τῶν ἄκρων ἀναιρέσει σημαίνεται, οἷον τὸ μεταξὺ φαύλου καὶ σπουδαίου ὀνόματι μὲν οὐκ ἔστιν εἰπεῖν, τῇ δὲ τῶν ἄκρων ἀναιρέσει τοῦτο γνωρίζομεν οἷον τὸ μήτε φαῦλον μήτε σπουδαῖον λέγοντες.