Ancient Greek · ~1 min
1.4 to 1.5
Ammonius, In Aristotelis Categorias Commentarius 1.4-4-5
Not analysed yet
Καὶ περιττὸν δὲ καὶ ἄρτιον. Πᾶς γὰρ ἀριθμὸς ἢ περιττὸς ἢ ἄρτιος, καὶ οὐκ ἂν εὑρεθείη ἀριθμὸς μὴ ὢν τοιοῦτος. Καὶ φαῦλον δὲ καὶ σπουδαῖον κατηγορεῖται. Οὐ μόνον γὰρ ἐπ’ ἀνθρώπου λέγομεν τὸ φαῦλον καὶ σπουδαῖον, ἀλλὰ καὶ ἐπ’ ἄλλων πολλῶν οἷον ἵππων καὶ κυνῶν καὶ τῶν τοιούτων.