Ancient Greek · ~2 min
Book 1, ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΔΕΚΑ ΚΑΤΗΓΟΡΙΩΝ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ ΦΙΛΟΣΟΦΟΥ.
Ammonius, In Aristotelis Categorias Commentarius 1.7
Not analysed yet
Τῆς οὐσίας. Ἄρα οὖν οὐκ ἔστιν ἐν τοῖς συμβεβηκόσιν ὁμωνυμία; καὶ μὴν ὁρῶμεν· τὸ γὰρ ὀξὺ κατηγορεῖται καὶ χυμοῦ καὶ φωνῆς καὶ φθόγγου καὶ μαχαίρας· λέγομεν γὰρ ῾ὀξὺς χυμὸς᾿ καὶ ἐπὶ παντὸς τῶν ἄλλων ὁμοίως. πῶς οὖν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας; φαμὲν οὖν ὅτι οὐσίαν λέγει ἐνταῦθα οὐ τὴν ἀντιδιαστελλομένην πρὸς τὰ συμβεβηκότα, ἀλλὰ κοινότερον τὴν σημαίνουσαν τὴν ἑκάστου ὕπαρξιν, καθὸ καὶ τὰ συμβεβη- κότα λέγεται ὑπάρχειν ἐν τοῖς οὖσι. τῆς οὐσίας οὖν φησιν ἀντὶ τοῦ τῆς φύσεως ἑκάστου καθ᾿ ἣν ὑφέστηκεν.