Ancient Greek · ~2 min
Book 1, ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΔΕΚΑ ΚΑΤΗΓΟΡΙΩΝ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ ΦΙΛΟΣΟΦΟΥ.
Ammonius, In Aristotelis Categorias Commentarius 1.6
Not analysed yet
Λόγος. Διὰ ποίαν αἰτίαν ἀντὶ ὁρισμοῦ τὸν λόγον εἴρηκε; φαμὲν ἐπειδήπερ οὐκ ἐπὶ πάντων τῶν πραγμάτων εὐποροῦμεν ὁρισμοὺς ἀποδιδόναι· τὰ γὰρ γενικώτατα τῶν γενῶν ὁρισμοὺς οὐκ ἐπιδέχονται. ἀλλ’ ἔστιν ὅτε καὶ ὑπο- γραφαῖς κεχρήμεθα. ἔστι δὲ ὁμωνυμία καὶ ἐν τοῖς πράγμασιν, ἐν οἷς ὑπο- γραφαῖς κεχρήμεθα. διὰ τοῦτο οὐκ εἶπεν ῾ὁρισμός᾿ ,ἐπειδὴ παρελίμπανε τὰ δι’ ὑπογραφῆς σημαινόμενα. καὶ πάλιν εἰ εἶπεν ῾ὧν ἡ ὑπογραφή᾿ ,παρέλιπεν ἄν τὰ δι’ ὁρισμῶν σημαινόμενα· διὰ τοῦτο οὖν τῷ λόγῳ ἐχρή- σατο· κατηγορεῖται γὰρ οὗτος κοινῇ τοῦ ὁρισμοῦ καὶ τῆς ὑπογραφῆς.