Ancient Greek · ~4 min
Book 1, Περὶ ποσοῦ
Ammonius, In Aristotelis Categorias Commentarius 1.8-3
Not analysed yet
Ὅτι μὲν γὰρ ποσόν ἐστιν. Δείκνυσι περὶ τοῦ λόγου ὅτι ποσὸν καὶ ὅτι διωρισμένον ποσόν ἐστιν, ἀλλὰ πρῶτον ὅτι ποσόν, οὐχ ἁπλῶς ὁμολογουμένου τοὐ τὸν λόγον εἶναι ποσόν, εἰ μὴ μετά τινος ἀποδείξεως τοῦτο προβῇ. φησὶ δὴ διὰ τοῦτο τὸν μετὰ φωνῆς λεγόμενον λόγον ποσὸν εἶναι, ὅτι καταμετρεῖται ὑπὸ συλλαβῶν· οὐ γὰρ καθὸ σημαίνει τι οὐδὲ καθὸ σύνθετος· εἰ γάρ τι ὑπό τινος καταμετρεῖται, τὸ καταμετρούμενον τοῦ καταμετροῦντος ἢ διπλάσιον ἢ πολυπλάσιόν ἐστι· ταῦτα δὲ ἴδια τοῦ ποσοῦ. εἰ οὖν φαίνεται τῷ λόγῳ τὸ ἴδιον τοῦ ποσοῦ παρακολουθοῦν, ποσὸν ἄν καὶ ὁ λόγος εἴη. ἀλλὰ πῶς ὁ λόγος ὢν τῶν ἐν συμπλοκῇ θεωρουμένων, εἴ γε ἐξ ὀνόματος καὶ ῥήματος σύγκειται, ὑπὸ μίαν τῶν κατηγοριῶν πίπτει, εἴ γε αἱ κατηγορίαι τῶν ἄνευ συμπλοκῆς εἰσιν; ἐροῦμεν πρὸς τοῦτο ὅτι δεῖ κοινότερον ἀκούειν τοῦ λόγου ὡς σημαίνοντος τὴν λέξιν. ἐπειδὴ δὲ ὁ λόγος πολλαχῶς λέγεται λέγεται λέγεται γὰρ καὶ ὁ προφορικὸς λόγος, λέγεται καὶ ὁ ἐνδιάθετος λόγος), νῦν περὶ τοῦ προφορικοῦ λόγου φησίν.