Ancient Greek · ~4 min
1.2 to 1.7
Ammonius, In Aristotelis Categorias Commentarius 1.2-3-7
Not analysed yet
Καὶ τὰ μὲν ἐκ θέσιν ἐχόντων τρὸς ἄλληλα. ᾿Αντὶ τοῦ ῾ὧν τὰ μόρια ὑπομένοντα καὶ συνυφεστῶτα τάξιν ἔχει τινὰ καὶ συνέχειαν πρὸς ἄλληλα ἐν τῷ ὑποκειμένῳ τεταγμένα'. Ta δὲ οὐκ ἐξ ἐχόντων θέσιν. Τοῦτ᾿ ἔστιν ἅτινα ἐν τῷ γενέσθαι ἔχει τὸ εἶναι. θέσιν δὲ λέγει οὐ τὴν ἐν τόπῳ τὴν κυρίως λεγομένην, ἀλλὰ τὴν κατὰ σχέσιν. Ἔστι δὲ διωρισμένον μέν. Διωρισμένον ἐστί, καθὼς |καὶ αὐτός φησιν, οὗ τὰ μόρια πρὸς οὐδένα 108ν κοινὸν ὅρον συνάπτει ἀλλήλοις, συνεχὲς δέ ἐστιν οὗ τὰ μόρια πρὸς ἕνα κοινὸν ὅρον συνάπτει. Τῶν μὲν γὰρ τοῦ ἀριθμοῦ μορίων οὐδείς ἐστι κοινὸς ορος, προς ον συναπτει τα μορια αυτου. Ὅτι μὲν ποσόν ἐστιν ὁ ἀριθμός, οὐ κατασκευάζει ὡς ἐναργές, ὅτι δὲ διωρισμένον, ἀποδείκνυσιν ἐκ τοῦ μηδένα ἔχειν αὐτὸν κοινὸν ὅρον τὸν τὰ μόρια αὐτοῦ συνάπτοντα πρὸς ἄλληλα. Καὶ τὰ τρία γε καὶ τὰ ἑπτὰ πρὸς οὐδέν κοινὸν ὅρον συνάπτει. Τοῦτ' ἔστι φύσει διωρισμένος ὁ ἀριθμός ἐστι· τὰ γὰρ πέντε καὶ τὰ πέντε ἀεὶ διώρισται καὶ πρὸς οὐδένα κοινὸν ὅρον συνάπτει.