Ancient Greek
Book 1, Περὶ τῶν ἀντικειμένων.
Ammonius, In Aristotelis Categorias Commentarius 1.8-5
Not analysed yet
ἐστερῆσθαι γὰρ τότε λέγομεν. Πάνυ ἀσφαλῶς ὁ φιλόσοφός φησιν ὅτι εἰ μέλλομεν λέγειν τι ἑστερῆσθαί τινος, τρία ταῦτα δεῖ σκοπεῖν· πρῶτον μὲν αὐτὸ περὶ οὗ λέγομεν εἰ δεκτικόν, ἔπειτα τὸν τόπον ἐν ᾧ πέφυκε λέγεσθαι, τρίτον τὸν καιρὸν καθ’ ὃν ἔδει τὴν ἕξιν εἶναι. οἷον δεῖ σκοπεῖν πρῶτον τὸ ὑποκείμενον διὰ τὰ ὅλως οὐ δεκτικά (οὐ γὰρ λέγομεν τὸν λίθον ἐστερῆσθαι ὄψεως, ἐπεὶ μηδὲ ἔχει ὅλως ἐπιτηδειότητα πρὸς τὸ κεκτῆσθαι ὄψιν· παραπλήσιον γὰρ ὡς εἰ ἔλεγεν αὐτὸν καὶ δικαιοσύνης ἐστερῆσθαι· ἀλλ’ οἶμαι φανερὸν ὅτι ἡ στέρησις μόνην τὴν προυπάρξασαν λέγεται κτῆσιν), δεύτερον δὲ καὶ τὸ μέρος καθ’ ὃ πέφυκεν ἔχειν (τοῦ γὰρ ἀνθρώπου δεκτικοῦ ὄντος ὄψεως τὸν πόδα οὐ λέγομεν ἐστερῆσθαι ὄψεως διὰ τὸ ὡς εἴρηται μὴ πεφυκέναι κατ’ ἐκεῖνο τὸ μέρος αὐτὴν ἔχειν), ἔτι δὲ πρὸς τούτοις τὸν καιρόν· τὸ γὰρ σκυλάκιον πεφυκὸς ἔχειν ὄψιν καὶ καθ’ ὃ μέρος δεῖ, ὅμως οὐχ ὁρᾷ, καὶ οὐ λέγεται ἐστερῆσθαι ὄψεως διὰ τὸ μήπω παρεῖναι τὸν καιρὸν εἰς ὃν κατ’ ἐνέργειαν ἀπολάβοι τὴν ὄψιν μηδὲ πρότερον μὲν ὁρᾶν αὐτὸ ὕστερον δὲ τυφλώττειν. καλῶς οὖν καὶ ἀσφαλῶς τὰ τρία ταῦτα φυλάττειν καὶ σκοπεῖν ἡμᾶς φησιν ὁ φιλόσοφος· νωδόν τε γὰρ λέγομεν οὐ τὸ μὴ ἔχον ὀδόντας (οὐ γὰρ δήπου καὶ τὸ ἄρτι τεχθέν) καὶ οὐχ ἀπλῶς τὸ μὴ ἔχον ὄψιν· οὐ γὰρ δήπου καὶ τὸ σκυλάκιον.