Ancient Greek · ~2 min
Book 1, Περὶ τῶν ἀντικειμένων.
Ammonius, In Aristotelis Categorias Commentarius 1.9-5
Not analysed yet
Τὸ δὲ ἐστερῆσθαι καὶ τὸ τὴν ἕξιν ἔχειν οὐκ ἔστι στέρησις καὶ ἕξις. Διὰ τούτων βούλεται ὁ φιλόσοφος δεῖξαι ὅτι οὐκ ἔστι ταὐτὸν τὸ ἐστερῆσθαι τῇ στερήσει οὔτε τὸ ἔχειν ἕξιν τῇ ἕξει, παρωνύμως δὲ ἀπ’ αὐτῶν λέγεται, ἐπεὶ εἰ ἦν τὸ αὐτό, κατηγορεῖτο ἂν ἀμφότερα κατὰ τοῦ αὐτοῦ· εἰ γὰρ ἦν ταὐτὸν ἕξις καὶ ἕξιν ἔχειν, κατηγορεῖτο ἄν ἀμφότερα κατὰ τοῦ αὐτοῦ, καὶ ἐπὶ τῆς στερήσεως δὲ ὡσαύτως. νῦν δὲ οὐχ οὕτως ἔχει· οὔτε γὰρ τὸν τυφλὸν τυφλότητα λέγομεν.