Ancient Greek · ~104 min
Book 1, ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΔΕΚΑ ΚΑΤΗΓΟΡΙΩΝ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ ΦΙΛΟΣΟΦΟΥ.
Ammonius, In Aristotelis Categorias Commentarius 1.Section introduction.1
Not analysed yet
Ἐπειδὴ τῆς Ἀριστοτέλους ἐντὸς ἐθέλομεν γενέσθαι φιλοσοφίας, φέρε τινὰ δέκα τὸν ἀριθμὸν εἰς ταύτην ἡμῖν συμβαλλόμενα ζητήσωμεν, πρῶτον πόθεν τὰ ὀνόματα τῶν φιλοσόφων αἱρέσεων, δεύτερον τίς ἡ διαίρεσις τῶν Ἀριστοτελικῶν συγγραμμάτων, τρίτον πόθεν ἀρκτέον τῶν Ἀριστοτελικῶν συγγραμμάτων, τέταρτον τί τὸ ἀναφαινόμενον ἡμῖν χρήσιμον ἐκ τῆς Ἀριστοτελικῆς φιλοσο|φίας, πέμπτον τίνα τὰ ἄγοντα ἐπὶ ταύτην, ἕκτον πῶς δεῖ παρασκευάσασθαι τὸν ἀκροασόμενὸν φιλοσόφων λόγων, ἕβδομον τί τὸ εἶδος τῆς ἀπαγγελίας, ὄγδοον διὰ τί φαίνεται ὁ φιλόσοφος ἀσάφειαν ἐπιτηδεύσας, ἔννατον ποῖα δεῖ καὶ πόσα προλαμβάνεσθαι ἑκάστου τῶν Ἀριστοτελικῶν συγγραμμάτων, δέκατον ποῖον δεῖ εἶναι τὸν ἐξηγούμενον αὐτά. Ὀνομάζονται μὲν οὖν αἱ τῶν φιλοσόφων αἱρέσεις ἀπό τινων ἑπτά· ἢ γὰρ ἀπὸ τῶν αἱρεσιαρχῶν, ὥσπερ οἱ Πυθαγόρειοι λέγονται καί τινες Ἐπικούρειοί τε καὶ Δημοκρίτειοι Πυθαγόρου καὶ Δημοκρίτου καὶ Ἐπικούρου τὴν ἀρχὴν τῶν αἱρέσεων ἑκάστης συστησαμένων, ἢ ἀπὸ τῆς πατρίδος τῶν προκαταρξαμένων ὥσπερ ἡ Κυρηναικὴ φιλοσοφία λέγεται, ἢ ἀπὸ τοῦ τόπου ἔνθα ἐπαίδευον, ὥσπερ οἱ Στωικοί, ἐπειδὴ ἐν τῇ στοᾷ ἐπαίδευον τῇ ποικίλῃ, καὶ οἱ Λύκειοι καὶ οἱ Ἀκαδημαϊκοί, οἵτινες ἀπὸ τοῦ τόπου τὴν προσηγορίαν ἔλαβον, ἢ ἀπὸ τοῦ εἴδους τῆς ζωῆς, ὥσπερ οἱ Κυνικοὶ φιλόσοφοι, οἵτινες διὰ τὸ παρρησιαστικόν τε καὶ ἐλεγκτικὸν κύνες ὠνομάζοντο· ὥσπερ γὰρ ὁ κύων ἔχει τὸ διακριτικὸν τῶν οἰκείων ἀπὸ τῶν ἀλλοτρίων, οὕτω καὶ οὗτοι ἐποίουν καὶ τοὺς μὲν ἀξίους φιλοσοφίας ἐδέχοντο τοὺς δὲ ἀναξίους καὶ μὴ δυναμένους ἐντὸς γενέσθαι φιλοσόφων λόγων ἐδίωκον, καὶ τούτου ἕνεκεν Κυνικοὶ ὠνομάζοντο, ὅθεν καὶ ὁ Πλατῶν ἔφη· ‘ἔχει δέ τι καὶ ὁ κύων φιλόσοφον᾿. λέγονται δὲ καὶ ἀπὸ τοῦ τρόπου τῆς ἐν τῷ φιλοσοφεῖν διακρίσεως, ὥσπερ οἱ ἐφεκτικοὶ φιλόσοφοι, οἳ τοῦ τῶν φιλοσόφων οὐδ’ ὅλως ὀνόματος ἠξιώθησαν ὡς περὶ τῆς τῶν πραγμάτων φύσεως ζητήσαντες, οὐ μὴν κατωρθωκότες· ἔλεγον γὰρ οὗτοι παντελῶς ἀκαταληψίαν εἶναι καὶ μηδένα μηδὲν γινώσκειν. οὓς ἐλέγχει μὲν καὶ δι’ ἄλλων ἰσχυρῶν τε καὶ ἀποδεικτικῶν ὁ Πλάτων, κέχρηται δὲ καὶ τῷ τοιούτῳ τινὶ ἐλέγχῳ ἐκ τοῦ αὐτῶν δόγματος ὁρμώμενος· φησὶ γὰρ ὅτι ‘ὑμεῖς ἐγνωκότες ἀποφαίνεσθε παντελῆ εἶναι ἀκαταληψίαν ἢ οὐκ ἐγνωκότες; εἰ μὲν οὐκ ἐγνωκότες, οὐ δήπου πιστεύσομεν ὑμῖν ἀπὸ γνάθων ἀποφαινομένοις· εἰ δὲ ἐγνωκότες, ἔστιν ἄρα κατάληψις.’ ἔλεγον γὰρ ἐκεῖνοι μὴ εἶναι κατάληψιν τῷ λόγῳ τούτῳ χριόμενοι· εἰ μέλλοι εἶναι κατάληψις, δεῖ τὸ γινῶσκον ἐφαρμόζειν τῷ γινωσκομένῳ· εἰ δὲ μέλλοι ἐφαρμόζειν, δεῖ τὸ γινωσκόμενον ἑστάναι τε καὶ ἀεὶ ὡσαύτως ἔχειν, ἢ εἰ κινοῖτο τὸ γινωσκόμενον, συγκινεῖσθαι τὸ γινῶσκον καὶ παρα- κολουθεῖν αὐτῷ. εἰ τοίνυν τὰ πράγματα οὐχ ἕστηκεν ἀλλ’ ἀεὶ κινεῖται καὶ κινουμένοις αὐτοῖς οὐ δύναται συγκινεῖσθαί τε καὶ συνακολουθεῖν ἡ ἡμετέρα ψυχή, ἀνάγκη ἀκαταληψίαν εἶναι. ὅτι μὲν οὖν κινεῖται τὰ πράγματα καὶ ἀεὶ ἐν ῥοῇ καὶ ἀπορροῇ ἐστι, τοῦτ’ ἔστιν ἐν ῥύσει καὶ μεταβολῇ, ὀρθῶς ἔφασκον, ὅθεν καί τινος τῶν ἀρχαίων εἰρηκότος ὅτι εἰς τὸν αὐτὸν ποταμὸν οὐκ ἔστι δὶς ἐμβῆναι κατὰ τὸν αὐτὸν τόπον, ἔφη πρὸς αὐτὸν ἕτερος τῷ ὄντι ὀξείᾳ τῇ διανοίᾳ, ὡς οὐδ’ ἅπαξ· ἅμα γὰρ τῷ καθεῖναι τὸν πόδα ἐρρύη αὐτὸ τὸ ὕδωρ πρὶν εἰς αὐτὸ τὸ λοιπὸν ἐμβῆναι σῶμα. τοῦτο μὲν οὖν, ὡς εἶπον, ὀρθῶς ἔφησαν, ὅτι δὲ ἡ ψυχὴ ἡ ἡμετέρα οὐ δύναται τούτοις παρακολουθεῖν, τοῦτο ψεύδονται· ἀπέδειξε γὰρ ὁ Πλατῶν ὅτι αἱ σπουδαῖαι τῶν ψυχῶν οὐ μόνον οὐ κατόπιν αὐτῶν ἔρχονται, ἀλλὰ καὶ τῷ τάχει ὢ τῆς κινήσεως αὐτὰ φθάνουσαι προαπαντῶσι καὶ οὕτως αὐτῶν ἀντιλαμβάνονται. ὀνομάζονται δὲ καὶ ἀπό τινος συμβεβηκότος, ὡς οἱ ἀπὸ τοὐ Περιπάτου· ἐπειδὴ γὰρ ὁ Πλατῶν ἐξηγούμενος ἐβάδιζε θέλων τὸ ἑαυτοῦ σῶμα γυμνάζειν, ὡς ἂν μὴ ἀσθενέστερον γεγονὸς ἐμποδὼν γένοιτο ταῖς ψυχικαῖς ἐνεργείαις, οἱ διαδεξάμενοι αὐτόν, ἤγουν ὁ Ξενοκράτης καὶ ὁ Ἀριστοτέλης, ὠνομάσθησαν οὕτως, οἱ ἀπὸ τοῦ Περιπάτου, ὧν ὁ μὲν Ἀριστοτέλης ἐν Λυκείῳ ἐπαίδευεν, ὁ δὲ Ξενοκράτης ἐν Ἀκαδημίᾳ· ὕστερον δὲ τοῖς μὲν ὁ τόπος ἐξέλιπε καὶ ὠνομάσθησαν ἀπὸ τῆς ἐνεργείας τοῦ διδασκάλου Περιπαπατητικοί, τοῖς δὲ ἡ ἐνέργεια καὶ ὠνομάσθησαν ἀπὸ τοῦ τόπου Ἀκαδημαϊκοί. ἢ ἀπὸ τοῦ τέλους τῆς φιλοσοφίας, ὡς οἱ Ἡδονικοί· οὗτοι γὰρ ἔλεγον τέλος εἶναι τοὐ βίου τὴν ἡδονήν, οὐχ ἡδονὴν δὲ ταύτην ἣν ὑπολαμβάνουσιν οἱ πολλοί, λέγω δὴ τὴν παθητικήν, ἀλλὰ τὴν παντελῆ τῆς ψυχῆς ἀπάθειαν. Ἐπειδὴ τοίνυν εἰρήκαμεν ποσαχῶς τε καὶ πόθεν αἱ τῶν φιλοσόφων αἱρέσεις ὠνομάσθησαν, φέρε δεύτερον καὶ τὴν διαίρεσιν τῶν Ἀριστοτελικῶν συγγραμμάτων ποιησώμεθα τούτων οὖν τὰ μέν ἐστι μερικὰ τὰ δὲ καθόλου τὰ δὲ ἐν τῷ μεταξὺ τῶν καθόλου καὶ τῶν μερικῶν. καὶ ἔστι μερικὰ μὲν ὅσα πρός τινας ἰδία γέγραφεν, ἢ ἐπιστολὰς ἢ ἕτερα τοιαῦτα, καθόλου δὲ ἐν οἷς περὶ τῆς τῶν πραγμάτων φύσεως ζητεῖ, ὡς ἔστι τὸ Περὶ τῆς ψυχῆς τὸ Περὶ γενέσεως καὶ φθορᾶς τὸ Περὶ οὐρανοῦ, μεταξὺ δὲ ὁπόσα περὶ ἱστορίας γέγραφεν, ὡς αἱ γεγραμμέναι αὐτῷ Πολιτεῖαι ἀμφὶ τὰς πεντήκοντα καὶ διακοσίας οὖσαι, ἃς οὔτε πρός τινας ἰδίᾳ γέγραφεν, οὔτε καθόλου εἰσίν ἡ γὰρ Ἀθηναίων πολιτεία ἢ τῶν δείνων, εἰ τύχοι, καθόλου οὐκ ἄν εἴη), ἔγραψε δὲ ἵνα οἱ ἐντυγχάνοντες μετ’ αὐτὸν ἄνθρωποι καὶ κρίνοντες, κατὰ τί μὲν ὀρθῶς ἐπολιτεύοντο κτὰ τί δὲ οὐχ οὕτως, τὰ μὲν ἕλωνται τὰ δὲ φύγωσι, καὶ ταύτῃ ὠφελῶνται. τὰ μὲν οὖν μερικὰ καὶ μεταξὺ χαιρέτω, τῶν δὲ καθόλου τὰ μέν ἐστι συνταγματικὰ τὰ δὲ ὑπομνηματικά. ὑπομνηματικὰ δὲ καλοῦνται ἐν οἷς τὰ κεφάλαια μόνα ἀπογράφονται· ἰστέον γὰρ ὅτι τὸ παλαιὸν εἴ τις προῄρητο συγγράψασθαι, τὰ εὑρισκόμενα κατὰ μέρος αὐτοῖς εἰς τὴν τοῦ προκειμένου ἀπόδειξιν συμβαλλόμενα κεφαλαιωδῶς ἀπεγράφοντο, πολλὰ δὲ ἐξ ἀρχαιοτέρων βιβλίων νοήματα ἐλάμβανον, ἵνα τὰ μὲν ὀρθῶς ἔχοντα κρατύνωσι τὰ δὲ μὴ οὕτως ἐξελέγξωσιν· ὕστερον μέντοι τάξιν τέ τινα αὐτοῖς ἐπιπροσθέντες καὶ κάλλει λόγων καὶ ἀπαγγελίας ἀσκήσει φαιδρύναντες ὕφαινον τὰ συγγράμματα. καὶ ταύτῃ διενήνοχε τὰ ὑπομνηματικὰ τῶν συνταγματικῶν τάξει τε καὶ ἑρμηνείας κάλλει. τῶν δὲ ὑπομνηματικῶν τὰ μὲν μονοειδῆ, ὡς ὅταν περὶ ἑνός τινος ποιῆται τὴν ζήτησιν, τὰ δὲ ποικίλα, ὅταν περὶ πολλῶν. καὶ πάλιν τῶν συνταγματικῶν τὰ μέν ἐστι διαλογικά, ὡς ὅσα δραματικῶς διεσκεύασται κατὰ πεῦσιν καὶ ἀπόκρισιν πλειόνων προσώπων, τὰ δὲ αὐτοπρόσωπα ὡς ὅσα γέγραφεν ὡς ἀφ’ ἑαυτοῦ. Καλεῖται δὲ τὰ μὲν διαλογικὰ καὶ ἐξωτερικά, τὰ δὲ αὐτοπρόσωπα καὶ ἀξιωματικὰ ἤιοι ἀκροαματικά. καὶ ἄξιον ζητήσεως τί. δή ποτε οὕτως ὠνομάσθησαν. τινὲς μὲν οὖν λέγουσιν ὅτι τὰ διαλογικὰ καὶ ἐξωτερικὰ ἐκάλεσαν, ἐπειδὴ τὸν ἴδιον σκοπὸν οὐκ ἐκτίθεται ἐν αὐτοῖς ἀλλ’ ὡς ἐξ ἄλλων προσώπων ἀναπλάττει τὰ τυχόντα. τοῦτο δὲ ψευδές ἐστιν· ἐξωτερικὰ γὰρ ὠνόμασται, ἐπειδὴ πρὸς τοὺς ἐπιπολαίως συνιέντας γέγραπται ἐπιτηδεύσαντος τοῦ φιλοσόφου ἐν αὐτοῖς φράσιν τε σαφεστέραν καὶ τὰς ἀποδείξεις οὐκ ἀποδεικτικὰς ἀλλὰ μᾶλλον πιθανὰς ἐξ ἐνδόξων, τὰ δὲ ἀκροαματικὰ ὡς ἂν δέον αὐτῶν ἀκροάσασθαι τὸν σπουδαῖόν τε καὶ τῷ ὄντι γνήσιον ἐραστὴν τῆς φιλοσοφίας. Τῶν δὲ ἀκροαματικῶν τὰ μέν ἐστι θεωρητικὰ τὰ δὲ πρακτικὰ τὰ δὲ ὀργανικά· θεωρητικὰ μὲν ὅσα περὶ τὴν διάκρισιν ἔχει τοῦ ἀληθοῦς καὶ τοῦ ψευδοῦς, πρακτικὰ δὲ ὅσα περὶ τὴν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ. ἀλλ’ ἐπειδὴ τὸ θεωρητικὸν ὑποδύεταί τινα ὡς ἀληθῆ μὲν δοκοῦντα μὴ ὄντα δὲ ἀληθῆ, καὶ τὸ πρακτικὸν ὁμοίως τινὰ τῷ τοῦ ἀγαθοῦ κεχρωσμένα ὀνόματι μὴ ὄντα ἀγαθά, δεῖ ἡμῖν ὀργάνου τινὸς τοῦ διακρίνοντος τὰ τοιαῦτα. τί δέ ἐστι τοῦτο; ἡ ἀπόδειξις. πάλιν δὲ τῶν θεωρητικῶν τὸ μὲν θεολογικὸν τὸ δὲ μαθηματικὸν τὸ δὲ φυσιολογικόν, καὶ τῶν πρακτικῶν τὸ μὲν ἠθικὸν τὸ δὲ οἰκονομικὸν τὸ δὲ πολιτικόν, καὶ τῶν ὀργανικῶν τὰ μὲν εἰς τὰ περὶ τῶν ἀρχῶν τῆς μεθόδου τὰ δὲ εἰς τὰ περὶ αὐτῆς τῆς μεθόδου τὰ δὲ εἰς τὰ περὶ τῶν ἄλλως εἰς τὴν μέθοδόν συντελούντων, τὴν ἀποδεικτικὴν λέγω· ἐπειδὴ γὰρ ἡ ἀπόδειξις συλλογισμός ἐστιν ἐπιστημονικός, δεῖ πρὸ τούτου εἰδέναι τὸν καθόλου συλλογισμόν. ἀλλ’ ἐπεὶ τοῦτο τὸ τοῦ συλλογισμοῦ ὄνομα οὐχ ἁπλοῦν τι δηλοῖ ἀλλὰ σύνθετον (συλλογὴν γάρ τινα λόγων σημαίνει), οὐκοῦν πρὸ ἐκείνου δεῖ μαθεῖν τὰ ἁπλᾶ ἐξ ὧν συντίθεται, ταῦτα δέ εἰσιν αἱ προτάσεις. ἀλλὰ καὶ αὗται σύγκεινται ἐξ ὀνομάτων καὶ ῥημάτων, ἃ διδάξουσιν αἱ Κατηγορίαι, τὰς δὲ προτάσεις τὸ Περὶ ἑρμηνείας, τὸν δὲ καθόλου συλλογισμὸν τὰ Πρότερα ἀναλυτικά. ταῦτα τοίνυν εἰσὶν αἱ ἀρχαὶ τῆς μεθόδου· τὰ δὲ Δεύτερα ἀναλυτικὰ αὐτὴν ἡμᾶς διδάξει τὴν μέθοδον, τοῦτ’ ἔστι τὸν ἀποδεικτικὸν συλλογισμόν. ἀλλὰ πάλιν ὥσπερ οἱ ἰατροὶ τὰ ἰατρικὰ παραδοδόντες τοῖς νέοις μαθήματα μέμνηνται σὺν τοῖς ὠφελοῦσι καὶ τῶν δηλητηρίων ὑπὲρ τοῦ τὰ μὲν ἑλεῖν τὰ δὲ φυγεῖν, οὕτω κἀνταῦθα, ἐπειδὴ οἱ σοφισταὶ πράγματα παρέχουσι τοῖς τῆς ἀληθείας εὑρεταῖς σοφιστικοῖς τισι συλλογισμοῖς αὐτοὺς ἐθέλοντες παρακρούεσθαι, γράφει καὶ τούτους ὁ φιλόσοφος, ἵνα φεύγωμεν αὐτούς, καὶ λέγονται οὗτοι ἄλλως συμβάλλεσθαι τῇ μεθόδῳ, ὥσπερ εἴ τις θελήσας διδάξαι πῶς δεῖ λόγον συντάξαι, πρότερον διέλθοι περὶ ὀνομάτων καὶ ῥημάτων καὶ πρὸ ἐκείνων περὶ τῶν συλλαβῶν καὶ ἔτι πρὸ ἐκείνων περὶ τῶν στοιχείων, καὶ λέγεται τὰ μὲν στοιχεῖα καὶ αἱ συλλαβαὶ καὶ τὰ ὀνόματα καὶ τὰ ῥήματα ἀρχαὶ τῆς μεθόδου τῆς ὅπως δεῖ λογοποιεῖν, τὰ δὲ περὶ αὐτῆς τῆς λογοποιίας περὶ αὐτῆς τῆς μεθόδου· εἰ δ’ ἀπαριθμήσαιτο καὶ τὰς τοῦ λόγου κακίας, λέγοιτ’ ἄν οὗτος διειλέχθαι καὶ περὶ τῶν ἄλλως συμβαλλομένων τῇ μεθόδῳ. καὶ αὕτη ἡ τῶν Ἀριστοτελικῶν συγγραμμάτων διαίρεσις. Ζητήσωμεν τρίτον πόθεν ἀρκτέον. ἀκόλουθον μὲν ἦν ἀπὸ τῆς ἠθικῆς ἄρξασθαι πραγματείας, ὡς ἄν πρότερον τὰ ἑαυτῶν ἤθη κοσμήσαντες οὕτω τῶν ἄλλων ἐντὸς γενώμεθα λόγων. ἀλλ’ ἐπειδὴ |καὶ ἐν ἐκείνῃ κέχρηται ἀποδείξεσι καὶ συλλογισμοῖς, ἐμέλλομεν δὲ αὐτοὺς ἀγνοεῖν ἀνήκοοι τῶν τοιούτων ὑπάρχοντες λόγων, διὰ τοῦτο ἄρα ἀπὸ τῆς λογικῆς ἀρκτέον, προκοσμήσαντας μέντοι τὰ ἑαυτῶν ἤθη καὶ δίχα τῆς ἠθικῆς πραγματείας. μετὰ δὲ τὴν λογικὴν ἰτέον ἐπὶ τὴν ἠθικήν, καὶ οὕτως ἀντιληπτέον τῶν φυσικῶν, καὶ μετ’ ἐκεῖνα τῶν μαθηματικῶν, καὶ οὕτως ἐσχάτων τῶν θεολογικῶν. Τέταρτον ἐπὶ τούτοις ζητητέον τί τὸ τέλος καὶ τὸ ἀναφαινόμενον ἡμῖν χρήσιμον ἐκ τῆς Ἀριστοτελικῆς φιλοσοφίας. καὶ λέγομεν ὅτι τὸ ἀνενεχθῆναι ἐπὶ τὴν κοινὴν ἁπάντων ἀρχὴν καὶ γνῶναι ὅτι μία ἐστὶν αὕτη ἀσώματος ἀμερὴς ἀπερίληπτος ἀπεριόριστος ἀπειροδύναμος αὐτοαγαθότης· οὐ γὰρ μόνον ἀγαθόν· ἰστέον γὰρ ὅτι ὥσπερ λευκὸν λέγομεν τὸ δεδεγμένον σῶμα τὴν λευκότητα, λευκότητα δὲ αὐτὴν τὴν ποιότητα, οὕτως ἀγαθὸν μὲν λέγεται τὸ δεδεγμένον σῶμα τὴν ἀγαθότητα καὶ μετέχον αὐτῆς, ἀγαθότης δὲ οἷον οὐσία καὶ ὕπαρξίς τις οὖσα. Πέμπτον ἐπὶ τούτοις ζητήσωμεν τίνα τὰ ἀνάγοντα ἡμάς ἐπὶ τὴν εἰρημένην ἀρχήν. καὶ λέγομεν ὅτι πρῶτον μὲν ἡ ἠθικὴ πραγματεία, ἔπειτα μετ’ ἐκείνην ἡ περὶ τῶν φυσικῶν, καὶ οὕτως ἡ μαθηματική, καὶ ἐσχάτης ἐπὶ τούτοις ἀντιληψόμεθα τῆς θεολογίας. Ἕκτον ζητήσωμεν πῶς δεῖ παρασκευάσασθαι τὸν μέλλοντα ἀκροάσασθαι τῶν Ἀριστοτελικῶν συγγραμμάτων. καὶ λέγομεν ὅτι δεῖ πεπαιδευμένον τὰ ἤθη εἶναι καὶ τὴν ψυχὴν κεκαθαρμένον· ‘μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι οὐχὶ θεμιτόν,’ ὁ Πλατῶν ἔφησεν. Ἕβδομον ἡμῖν πρόκειται ζητῆσαι τί τὸ εἶδος τῆς ἀπαγγελίας. καὶ λέγομεν ὅτι διαφερόντως ὁ φιλόσοφος ἑρμηνεύσας φαίνεται· ἐν μὲν γὰρ τοῖς ἀκροαματικοῖς κατὰ μὲν τὰ νοήματα πυκνός ἐστι καὶ συνεστραμμένος καὶ ἀπορητικός, κατὰ δὲ τὴν φράσιν ἀπέριττος διὰ τὴν τῆς ἀληθείας εὕρεσίν τε καὶ σαφήνειαν, ἔστι δὲ ὅπῃ καὶ ὀνοματοθετῶν, εἰ δέοι· ἐν δέ γε τοῖς διαλογικοῖς, ἃ πρὸς τοὺς πολλοὺς αὐτῷ γέγραπται, καὶ ὄγκου φροντίζει τινὸς καὶ περιεργίας λέξεων καὶ μεταφοράς, καὶ πρὸς τὰ τῶν λεγόντων πρόσωπα μετασχηματίζει τὸ εἶδος τῆς λέξεως, καὶ ἀπλῶς ὅσα λόγου καλλωπίζειν οἶδεν ἰδέαν. ἐν δέ γε ταῖς ἐπιστολαῖς φαίνεται κατωρθωκὼς τὸν ἐπιστολιμαῖον χαρακτῆρα, ὃν καὶ σύντομον εἶναι δεῖ καὶ σαφῆ καὶ ἀπηλλαγμένον πάσης περισκελοῦς συνθέσεως τε καὶ φράσεως. Ὄγδοον ζητήσωμεν τί δή ποτε τοιαύτην ἀσαφῆ διδασκαλίαν ἠγάπησεν ὁ φιλόσοφος. καὶ λέγομεν ὅτι καθάπερ ἐν τοῖς ἱεροῖς κέχρηνται παραπετάσμασί τισιν ὑπὲρ τοῦ μὴ πάντας ἤδη καὶ τοὺς βεβήλους ἐντυγχάνειν τοῖς ὧν οὐκ εἰσὶν ἄξιοι τυχεῖν, οὕτω καὶ ὁ Ἀριστοτέλης προκαλύμματι τῆς αὑτοῦ φιλοσοφίας κέχρηται τῇ ἀσαφείᾳ, ἵνα οἱ μὲν σπουδαῖοι δι’ αὐτὸ τοῦτο ἔτι μᾶλλον τἀς ἑαυτῶν συντείνωσι ψυχάς, οἱ δὲ κατερρᾳθυμημένοι τε καὶ χαῦνοι τοῖς τοιούτοις προσιόντες λόγοις ὑπὸ τῆς ἀσαφείας διώκωνται. Ἑπόμενον δὲ ἔννατόν ἐστι ζητῆσαι πόσα καὶ ποῖα δεῖ προλαμβάνεσθαι τῆς ἐξηγήσεως παντὸς Ἀριστοτελικοῦ βιβλίου. καὶ λέγομεν ὅτι ἓξ τὸν ἀριθμόν· τὸν σκοπὸν τοῦ βιβλίου ὥσπερ γὰρ ὁ τοξότης, εἰ τύχοι, σκοπόν τινα ἔχει πρὸς ὃν βάλλει καὶ οὗ θέλει τυχεῖν, οὕτω καὶ ὁ γράφων τι πρός τι τέλος ἀφορᾷ κἀκείνου σπουδάζει τυχεῖν· δεῖ τοίνυν τοῦτο ἐπιζητεῖν ὅ τι ποτέ ἐστι), δεύτερον ἐπὶ τούτῳ τί χρήσιμον ἕξομεν ἐκ τοῦ συγγράμματος, εἰ μὴ συναναφαίνοιτο τῷ σκοπῷ (ἐτὶ πολλῶν γὰρ τοῦτο συμβαίνει), τρίτον τίς ἡ τάξις, τέταρτον τίς ἡ αἰτία τῆς ἐπιγραφῆς, εἰ μὴ καὶ αὕτη πρόδηλος εἴη, ὡς ἐν τῷ Περὶ οὐρανοῦ ἢ ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς, πέμπτον εἰ νόθον ἢ γνήσιον τοῦ φιλοσόφου τὸ βιβλίον πολλοὶ γὰρ αὑτῶν συντιθέντες ἐπέγραφον τῷ Ἀριστοτέλους ὀνόματι, οὓς ἐλεγκτέον ἔκ τε τοῦ εἴδους καὶ τῆς ὕλης· εἶδος μὲν οὖν ἐστιν ἡ ποικιλία τῶν νοημάτων καὶ ἡ ἐπανθοῦσα τοῖς λόγοις ἀλήθεια, ὕλη δὲ ἡ φράσις καὶ ἡ τῆς ἀπαγγελίας διδασκαλία), ἕκτον δεῖ ζητεῖν τίς ἡ εἰς τὰ κεφάλαια διαίρεσις· ὥσπερ γὰρ ὁ ἐπεσκεμμένος ἕκαστον τῶν τοῦ ἀνθρώπου μελῶν τε καὶ ἄρθρων οὗτος ἄριστα ἄν εἰδείη καὶ τὸ ἐξ αὐτῶν συντεθειμένον ὅλον τὸν ἄνθρωπον, οὕτω καὶ ὁ τὰ κεφάλαια τοῦ λόγου διελθὼν εἰς ἃ διῄρηται ἄριστα καὶ αὐτὸν εἴσεται τὸν λόγον. Δέκατον ἐπὶ πᾶσι δεῖ ζητεῖν ὁποῖον δεῖ εἶναι τὸν ἐξηγούμενον τὰ Ἀριστοτέλους συγγράμματα. καὶ λέγομεν ὅτι δεῖ καὶ ἄριστα εἰδέναι αὑτὸν ἃ μέλλει ἐξηγεῖσθαι, εἶναι μέντοι καὶ ἄνδρα ἔμφρονα, ὡς τὸ μὲν παριστᾶν τὴν τοῦ φιλοσόφου διάνοιαν τὸ δὲ τὴν ἐν τοῖς λεγομένοις ἀλήθειαν ἐξετάζειν· οὐδὲ γὰρ δεῖ ὥσπερ ἐκμεμισθωκέναι πάντως ἑαυτὸν καὶ ἀνέχεσθαι ὅ τι ἄν λέγηται καὶ σπουδάζειν πάντως ἐκεῖνα κρατῦναι ἃ ἐξηγεῖται ὡς ἀληθῆ πάντα, κἂν μὴ οὕτως ἔχῃ, ἀλλὰ δεῖ ἕκαστον κρίνοντα βασανίζειν ἐπίπροσθεν Ἀριστοτέλους θέμενον, εἰ τύχοι, τὴν ἀλήθειαν. οὕτως οὖν ἐξηγεῖσθαι χρὴ τὸν ἐξηγούμενον. Ἀλλ’ ἐπειδὴ τοῦ τῶν Κατηγοριῶν βιβλίου βουλόμεθα ἄρξασθαι, φέρε τὰ μικρὸν ἀνωτέρω εἰρημένα ζητήσωμεν, καὶ πρῶτον τὸν σκοπόν. ἰστέον τοίνυν ὅτι διηνέχθησαν οἱ ἐξηγηταὶ περὶ τούτου, οἱ μὲν περὶ φωνῶν εἰρητῷ] κότες τὸν φιλόσοφον διαλαβεῖν οἱ δὲ περὶ πραγμάτων οἱ δὲ περὶ νοημάτων. καὶ κρατύνουσιν ἕκαστοι τὰ ὑφ’ ἑαυτῶν λεγόμενα ἔκ τινων τοῦ βιβλίου λέξεων, οἱ μὲν περὶ φωνῶν λέγοντες ὅτι φαίνεται διαιρῶν τὰς φωνάς, ὅταν λέγῃ ὅτι “τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται τὰ δὲ ἄνευ συμπλοκῆς”, οἱ δὲ περὶ πραγμάτων, ὅτι ταῦτα φαίνεται διαιρῶν, ὅταν λέγῃ ὅτι “τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου τινὸς λέγεται ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν”, οἱ δὲ περὶ νοημάτων, ὅτι μετὰ τὸ πληρῶσαι τὸν περὶ τῶν δέκα κατηγοριῶν λόγον φησὶ ‘περὶ τῶν γενῶν ἱκανὰ καὶ ταῦτα·’ γένη δὲ δηλονότι φησὶ τὰ ὑστερο|γενῆ καὶ ἐννοηματικά, ὅθεν καὶ ὁ Πορφύριος εἶπεν “οὐδὲν ἄρα περιττὸν οὐδὲ ἐλλεῖπον περιέχει ἡ τοὐ γένους ῥηθεῖσα ὑπογραφὴ τῆς ἐννοίας·” ὥστε καὶ ὁ σκοπὸς αὐτῷ περὶ μόνων νοημάτων. καὶ ταῦτα μὲν ἕκαστοι λέγοντες δοκοῦσι διαφωνεῖν, τῷ ὄντι δὲ πάντες ἀληθεύουσιν, εἰ καὶ οὐ τελείως ἀλλ’ ἐκ μέρους· ὥσπερ εἴ τις ὁριζόμενος τὸν ἄνθρωπον λέξῃ ὅτι ἄνθρωπός ἐστι ζῷον, ἄλλος δέ τις λέξῃ ὅτι λογικὸν μόνον ἀρκεῖ, καὶ ἄλλος πάλιν ὅτι θνητόν, οἱ τρεῖς ἀληθεύουσιν, ἀλλ’ οὐ τέλειον ἕκαστος εἶπεν ὅρον. Ἔστιν οὖν σκοπὸς ἐνταῦθα τῷ φιλοσόφῳ διαλαβεῖν περὶ φωνῶν σημαινουσῶν πράγματα διὰ μέσων νοημάτων. ὅτι δὲ ἀνάγκη τὸν λέγοντα περὶ ἑνὸς τούτων τῶν εἰρημένων εἶναι τὸν σκοπὸν συνάγειν καὶ τὰ λοιπὰ δύο, ταύτῃ δείξομεν· ὅτε γὰρ περὶ φωνῶν λέγων περὶ σημαντικῶν λέγει καὶ γὰρ περὶ ἀσήμων οὐδὲ εἷς παρὰ τοῖς φιλοσόφοις λόγος), αὗται δὲ αἱ σημαντικαὶ σημαίνουσι πράγματα διὰ μέσων δηλονότι νοημάτων ὁ γὰρ λέγων τι πρᾶγμα τὴν περὶ αὐτοῦ· πρῶτον ἔννοιαν ἔχων τότε αὐτό φησιν), ὥστε περὶ τῶν τριῶν ἐξ ἀνάγκης πάντως διαλέξεται. ἀλλὰ δὴ καὶ οἱ περὶ πραγμάτων λέγοντες εἰς μέσον ἀγέσθωσαν. ἐπειδὴ τοίνυν καὶ τούτων τὰ μὲν ἐν ψιλῇ ἐπινοίᾳ ἐστίν, ὡς τὸ τραγέλαφος καὶ ὅσα τοιαῦτα, τὰ δὲ καὶ ὄντως ὑφεστῶτά ἐστιν, οὐ δήπου περὶ τῶν ἐν ψιλὴ ἐπινοίᾳ κειμένων ἐροῦσι διαλαβεῖν τὸν φιλόσοφον, ἀλλὰ περὶ τῶν ὄντως ὄντων καὶ ὑφεστηκότων· ταῦτα δὲ ἡμᾶς διδάξει οὐ τῷ δακτύλῳ ἐπιδεικνύς, ἀλλὰ διὰ φωνῶν τινων σημαινουσῶν αὐτὰ διὰ μέσων νοημάτων. ἀλλὰ μὴν καὶ πρὸς τοὺς λέγοντας περὶ νοημάτων μόνον εἶναι τὸν σκοπὸν ἐροῦμεν ὅτι τὰ νοήματα πραγμάτων ἐστὶ νοήματα καὶ ὁ διδάσκων αὐτὰ ταῖς σημαινούσαις αὐτὰ διδάξει φωναῖς· ὥστε ὅ τι ἄν τις εἴπῃ τῶν τριῶν, ἐξ ἀνάγκης ὁμολογήσει καὶ τὰ ἄλλα δύο. καλῶς τοίνυν ἡμεῖς ἐλέγομεν ὅτι σκοπός ἐστι τῷ φιλοσόφῳ διαλεχθῆναι περὶ φωνῶν σημαινουσῶν πράγματα διὰ μέσων νοημάτων. καὶ τοῦτο εἰκότως· τὸ γὰρ προκείμενον βιβλίον καὶ τῆς λογικῆς πραγματείας καὶ πάσης τῆς Ἀριστοτελικῆς φιλοσοφίας ἐστὶ πρῶτον. ὡς μὲν οὖν πρῶτον τῆς λογικῆς πραγματείας περὶ φωνῶν διδάσκει, ὡς δὲ προηγούμενον καὶ τῆς ἄλλης Ἀριστοτελικῆς φιλοσοφίας τῶν ὄντων, τοῦτ’ ἔστι τῶν πραγμάτων, ποιεῖται διαίρεσιν. ἐκ δὲ τούτου δῆλον ὅτι διὰ μέσων νοημάτων· τὰ γὰρ ἄκρα διδασκόμενα καὶ τὸ μέσον ἐξ ἀνάγκης συνδιδάσκει. Ἐλέγομεν δὲ ὀλίγον ἔμπροσθεν ὅτι τῆς φιλοσοφίας δύο ἐστὶ μέρη, τό τε θεωρητικὸν καὶ τὸ πρακτικόν, καὶ ὅτι τὸ μὲν θεωρητικὸν ἔχει περὶ τὴν κατάληψιν τοῦ ψευδοῦς καὶ τοῦ ἀληθοῦς, τὸ δὲ πρακτικὸν περὶ τὴν διάκρισιν τοὐ τε ἀγαθοῦ καὶ τοῦ κακοῦ. ἀλλ’ ἐπειδὴ τούτων ἑκάτερον ὑποδύεταί τινα μὲν ὡς ἀληθῆ μὴ ὄντα ἀληθῆ, τινὰ δὲ ὡς ἀγαθὰ μὴ ὄντα ἀγαθά, ἵνα μὴ ἀπατῶνται ἀπ’ αὐτῶν οἱ ἄνθρωποι, δεῖ αὐτοῖς τινος ὀργάνου διακρίνοντος αὐτοῖς τὰ τοιαῦτα, ἵνα ὥσπερ γνώμονί τινι καὶ κανόνι χρώμενοι τὰ μὴ έφαρμόζοντα ἀπωθῶνται· τοῦτο δέ ἐστιν ἡ ἀπόδειξις. |ἡ δὲ ἀπόδειξις συλλογισμός ἐστι ὁ δὲ συλλογισμός, ὡς ἤδη εἴρηται, οὐχ ἁπλοῦν πρᾶγμα ἀλλὰ συλλογή ἐστι λόγων καὶ συντίθεται ἐξ ὀνομάτων καὶ ῥημάτων, αἵπερ εἰσὶ προτάσεις. καὶ ὅτι ὑπόκειται τὰ ὀνόματα κατηγορεῖται δὲ τὰ ῥήματα, καὶ ταῦτα σύγκεινται ἐκ τῶν συλλαβῶν, ἀλλ’ αὐτὰ καθ’ αὑτὰ οὐδὲν σημαίνουσιν, ὅθεν οὐδεὶς περὶ τούτων τῷ φιλοσόφῳ λόγος, οὐδὲ ἐπὶ τῶν ὀνομάτων καὶ ῥημάτων στησόμεθα, οὐδὲ ἐπὶ τῶν συλλαβῶν αἵπερ εἰσὶν ἐπέκεινα. τοιγαροῦν ἀνάγκη εἶναι ἐν μέσῳ αὐτῶν τι. λέγομεν τοίνυν ὅτι ἔστι πρὸ τούτων ἡ πρώτη θέσις τῶν ἁπλῶν φωνῶν· εἰδέναι γὰρ δεῖ ὅτι ἡ φύσις γινώσκουσα ὅτι κοινωνικὸν ἔμελλε γενέσθαι τὸ ζῷον τοῦτο, ἔδωκεν αὐτῷ φωνήν, ἵνα διὰ ταύτης ἀλλήλοις σημαίνωσι τὰ ἑαυτῶν νοήματα. καὶ συνελθόντες οἱ ἄνθρωποι συνέθεντο πρὸς ἀλλήλους τόδε μέν, εἰ τύχοι, ξύλον ὀνομάζεσθαι τόδε δὲ λίθον καὶ τὴν μὲν Σωκράτης φωνὴν τῆσδέ τινος οὐσίας εἶναι σημαντικὴν τὴν δὲ περιπατεῖν τῆσδέ τινος ἐνεργείας. κατὰ τοῦτο μὲν οὖν τὸ σημαινόμενον ἅπασαι φωναὶ ὀνομάζονται. κατὰ δευτέραν δὲ ἐπιβολὴν ἐπεσκέψαντο ὅτι ταῖς μὲν τῶν φωνῶν δύναται συντάττεσθαι ἄρθρα, χρόνοι δὲ οὐχί, ἅπερ ἐκάλεσαν ὀνόματα, ταῖς δὲ χρόνοι μὲν συντάττονται, ἄρθρα δὲ οὔ, ἅπερ εἰσὶ ῥήματα. σκοπὸς τοίνυν ἐστὶ τῷ Ἀριστοτέλει διαλαβεῖν οὐ περὶ ὀνομάτων ἁπλῶς καὶ ῥημάτων, ἀλλὰ περὶ τῆς πρώτης θέσεως τῶν ἁπλῶν φωνῶν σημαινουσῶν ἁπλᾶ πράγματα διὰ μέσων άπλῶν νοημάτων. |ἆρ᾿ οὖν περὶ πασῶν τῶν φωνῶν διαλέγεται ἐν ταῖς Κατηγορίαις; οὐ δήπου· ἄπειροι γάρ εἰσι, τὰ δ’ ἄπειρα πρὸς ἐπιστήμην οὐ παραλαμβάνεται. ἀλλ’ εἰς καθόλου τινὰς ἀνάγει φωνάς, οὐκ ἀορίστους δέ, ἀλλὰ τῷ τῆς δεκάδος ἀριθμῷ περικεκλεισμένας· 5 ὑπὸ δὲ ταύτας ἀνάγονται πᾶσαι αἱ φωναί, αἴ εἰσιν οὐσία ποσὸν ποιὸν πρός τι ποῦ ποτὲ ποιεῖν πάσχειν κεῖσθαι ἔχειν. καὶ ὁ μὲν σκοπὸς οὖτος. To δὲ χρήσιμον αὐτόθεν δῆλον· εἰ γὰρ ἀρχή ἐστι τῆς λογικῆς πραγματείας |τὸ τῶν Κατηγοριῶν βιβλίον, ἡ δὲ λογική, ὡς εἰρήκαμεν, ἡμῖν διακρίνει τὸ ἀληθὲς ἀπὸ τοῦ ψεύδους καὶ τὸ ἀγαθὸν ἀπὸ τοῦ κακοῦ, συμβάλλεται ἄρα ἡμῖν τὸ προκείμενον βιβλίον. ἀλλὰ μὴν καὶ ἡ τάξις αὐτόθεν ἡμῖν ἀναφαίνεται, εἰρηκότων ἡμῶν ὅτι ἡ μὲν πρώτη θέσις τῶν ἁπλῶν φωνῶν προηγεῖται τῶν ὀνομάτων καὶ ῥημάτων, τὰ δὲ ὀνόματα καὶ τὰ ῥήματα τῶν ἁπλῶν λόγων, οὗτοι δὲ τῶν συλλογισμῶν τῶν καθόλου, οὗτοι δὲ τῶν ἀποδεικτικῶν συλλογισμῶν· πρὸς τοίνυν τὴν τάξιν τούτων καὶ τὰ βιβλία πεποίηνται. Ζητητέον δὲ τί δή ποτε Κατηγορίας ἐπέγραψε τὸ βιβλίον. λέγομεν τοίνυν ὅτι πρόκειται αὐτῷ διδάξαι περὶ γενῶν καὶ εἰδῶν καὶ ὅτι τὰ μὲν εἴδη τοῖς αὑτῶν γένεσιν ὑπόκειται, τὰ δὲ γένη κατηγορεῖται τῶν εἰδῶν ἑαυτῶν, ὥστε τὰ μὲν ἄτομα μόνως ὑπόκειται, τὰ δὲ ὑπάλληλα τοῖς μὲν πρὸ αὐτῶν ὑπόκειται, τῶν δὲ μετ’ αὐτὰ κατηγορεῖται, τὰ δὲ γενικώτατα μόνως κατηγορεῖται. ἐπειδὴ τοίνυν αἱ δέκα φωναὶ τῶν γενικωτάτων εἰσὶ καὶ μόνως κατηγοροῦνται μηδενὶ ὑποκείμεναι, διὰ τοῦτο Κατηγορίας ἐπέγραψεν. εἰδέναι δὲ δεῖ ὅτι ἐν ταῖς παλαιαῖς βιβλιοθήκαις τῶν μὲν Ἀναλυτικῶν τεσσαράκοντα βιβλία εὕρηνται, τῶν δὲ Κατηγοριῶν δύο· τὸ μὲν ἕτερον εἶχεν ἀρχὴν ἴτων ὄντων τὰ μὲν ὁμώνυμα λέγεται τὰ δὲ συνώνυμα“ δὲ δεύτερον, ὅπερ νῦν προκείμενον ἔχομεν· καὶ προτετίμηται τοῦτο ὡς τάξει καὶ πράγματι πλεονεκτοῦν καὶ πανταχοῦ πατέρα τὸν Ἀριστοτέλην κηρῦττον. ὅτι δὲ γνήσιον τοῦ φιλοσόφου τὸ σύγγραμμα πάντες ὁμολογοῦσι· φαίνεται γὰρ ἐν πᾶσι τοῖς αὑτοῦ βιβλίοις μεμνημένος τῶν ἐνταῦθα θεωρημάτων· διόπερ εἰ τοῦτο νόθον, κἀκεῖνα, εἰ δὲ ἐκεῖνα γνήσια, καὶ τοῦτο γνήσιον ἔσται. δεῖ μέντοι εἰδέναι ὅτι τὰ εὑρήματα τῶν κατηγοριῶν οὐκ ἔστιν αὐτοῦ ἀλλὰ προϋπῆρχεν, ἡ δὲ τούτων σύνταξις ὑπάρχει αὐτοῦ. Διαιρεῖται δὲ τὸ βιβλίον εἰς τρία, εἰς τὰ πρὸ τῶν κατηγοριῶν, |εἰς τὰς κατηγορίας αὐτάς, εἰς τὰ μετὰ τὰς κατηγορίας. τὰ δὲ πρὸ τῶν κατηγοριῶν συμβαλλόμενα ἡμῖν ἔσται εἰς τὴν τῶν κατηγοριῶν διδασκαλίαν· ἐπειδὴ γὰρ ἔμελλεν ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ μνημονεύειν λέξεων τινων ἡμῖν ἀγνώστων, διὰ τοῦτο περὶ αὐτῶν προδιδάσκειν θέλει, ἵνα μὴ δόξῃ τὸν λόγον συνταράττειν. διαλέγεται δὲ ἐν τῷ τέλει περὶ τῶν μετὰ τὰς κατηγορίας· ἐπειδὴ γὰρ ἐν τῷ διδάσκειν τὰς κατηγορίας ἐχρήσατο λέξεσί τισιν οὐκ ἐγνωσμέναις, διαλήψεται καὶ περὶ αὐτῶν. ἀλλὰ ζητητέον τί δή ποτε καὶ πρὸ τῶν κατηγοριῶν ἐδίδαξε· καὶ λέγομεν ὅτι τῶν μὲν κατ’ ἀρχὴν ἐμνημόνευσε προλαβὼν ὡς πάντῃ ἀγνώστων, τὰ δὲ ἐφύλαξεν ἐν τῷ τέλει ὡς ἂν ἐγνωσμένα ἐν τῇ συνηθείᾳ, οὐ μὴν διηρθρωμένην ἡμῶν ἐχόντων τὴν περὶ αὐτῶν γνῶσιν, ὅθεν καὶ μήπω διαλαβὼν περὶ αὐτῶν ἐχρήσατο τούτοις ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ· πάντες γὰρ ἄνθρωποι χρῶνται κατὰ τὴν συνήθειαν τῇ τε ἅμα λέξει καὶ τῇ πρότερον καὶ τῷ τῆς κινήσεως ὀνόματι· παραδίδωσι τοίνυν ἀκριβῶς τίνα ποτέ ἐστι τὰ ὑπ’ αὐτῶν σημαινόμενα. τινὲς δὲ εἰρήκασι ταῦτα προσγεγράφθαι νόθα ὑπὸ τῶν βουλομένων ἀναγινώσκεθαι τοὺς τόπους μετὰ τἀς Κατηγορίας εὐθέως· ἀμέλει τοι καὶ τὸ προκείμενον βιβλίον οὕτως ἐπιγράφουσι Πρὸ τῶν τόπων. οὗτοι δὲ καὶ τῇ ἐναργείᾳ καὶ τῇ τάξει ἄντικρύς μάχονται, εἴ γε ἐδίδαξεν ὅτι τῶν μὲν ὀνομάτων καὶ ῥημάτων προηγεῖται ἡ πρώτη θέσις τῶν ἁπλῶν φωνῶν προσεχῶς, διδάσκει δὲ ἐν μὲν ταῖς Κατηγορίαις περὶ θέσεως τῶν ἁπλῶν φωνῶν, ἐν δὲ τῷ Περὶ ἑρμηνείας περὶ ὀνομάτων καὶ ῥημάτων· ὥστε ἑκάτερα ἔχονται ἀλλήλων ὥσπερ σειρά τις, καὶ οὔτε πρὸ ἐκείνου δύναταί τις ἄλλο ἀναγινώσκειν ἢ τὰς Κατηγορίας οὔτε μετὰ ταύτας ἄλλο ἢ τὸ Περὶ ἑρμηνείας, καὶ ὁ αὐτὸς λόγος τε καὶ ἡ τάξις ἄχρι τῶν Δευτέρων ἀναλυτικῶν, τοῦτ’ ἔστι τῶν Ἀποδεικτικῶν. p. 1 a 1 Ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν. Εἰ μὲν αἱ ψυχαὶ ἄνω ἦσαν χωρὶς τοῦ σώματος τούτου, πάντα ἄν ἐγίνωσκον ἑκάστη οἴκοθεν μηδενὸς ἑτέρου προσδεόμεναι, ἀλλ’ ἐπειδὴ κατεληλύθασι πρὸς τὴν γένεσιν καὶ συνδέδενται τῷ σώματι καὶ τῆς ἐξ αὐτοῦ ἀχλύος ἀναπιμπλάμεναι ἀμβλυώττουσι καὶ οὐχ οἷαί τέ εἰσι τὰ πράγματα γινώσκειν ὡς ἔχει φύσεως, διὰ τοῦτο τῆς ἀλλήλων ἐδεήθησαν κοινωνίας διακονούσης αὐταῖς τῆς φωνῆς εἰς τὸ διαπορθμεύειν ἀλλήλαις τὰ νοήματα. δηλοῦνται δὲ πάντα καὶ δι’ ὀνομάτων καὶ διὰ λόγων. καὶ τοῦτό γε εἰκότως, εἴ γε τῶν ὄντων ἕκαστον καὶ ἕν τί ἐστι καὶ σύγκειται ἐκ πλειόνων |μερῶν οἰκείων, ἃ συνελθόντα ἐπλήρωσαν αὐτοῦ τὴν φύσιν· οἷον ὁ ἄνθρωπος καὶ ἕν τί ἐστι καὶ σύγκειται ἐκ γένους καὶ τῶν συστατικῶν αὐτοῦ διαφορῶν· ὡς μὲν οὖν ἓν ὢν δηλοῦται ὑπὸ τῆς ἄνθρωπος φωνῆς, ἥτις ἁπλοῦν ἐστιν ὄνομα, ὡς δὲ συγκείμενος ἔκ τινων δηλοῦται ὑπὸ τοῦ λόγου ἑκάστην τῶν τοῦ ἀνθρώπου ἰδιοτήτων ἐπεξιόντος, οἷον ζῷον λογικὸν θνητόν. τούτων τοίνυν οὕτως εἰρημένων εἰ λάβοιμεν δύο πράγματα, ταῦτα ἢ κατὰ ἀμφότερα κοινωνοῦσι, λέγω δὴ κατὰ τὸ ὄνομα καὶ τὸν λόγον, ἢ κατ’ ἄμφω διαφέρουσιν, ἢ κατὰ μὲν τὸ ἓν κοινωνοῦσι, κατὰ δὲ τὸ ἕτερον διαφέρουσι· καὶ τοῦτο διχῶς· ἢ γὰρ κατὰ μὲν τὸν λόγον κοινωνοῦσι κατὰ δὲ τὸ ὄνομα διαφέρουσιν, ἢ ἀνάπαλιν κατὰ μὲν τὸ ὄνομα κοινωνοῦσι κατὰ δὲ τὸν λόγον διαφέρουσιν· ὥστε τέσσαρας εἶναι διαφοράς. εἰ μὲν οὖν κατ’ ἄμφω κοινωνοῦσιν, ὀνομάζεται συνώνυμα ὡσανεὶ σὺν τῷ ὀνόματι καὶ τοῦ ὁρισμοῦ μεταδιδόντα ἀλλήλοις, ὥσπερ κατηγορεῖται τὰ γένη τῶν οἰκείων εἰδῶν· ὁ γὰρ ἄνθρωπος καὶ ζῷον λέγεται καὶ οὐσία ἐστὶν ἔμψυχος αἰσθητική. εἰ δὲ κατ’ ἄμφω διαφέροιεν, ὀνομάζεται ἑτερώνυμα, ὥσπερ ἔχει ὁ ἄνθρωπος καὶ ὁ ἵππος· οὐ γὰρ τὸν ἄνθρωπον εἴποις ἵππον οὐδὲ τὸν ἵππον ἄνθρωπον, οὐ μὴν οὐδὲ τὸν αὐτὸν ἔχουσιν ὁρισμόν, ἀλλ’ ἄλλον καὶ ἄλλον. εἰ δὲ κατὰ μὲν τὸ ὄνομα κοινωνοῖεν, κατὰ δὲ τὸν λόγον διαφέροιεν, ὁμώσὐτὸς νυμα λέγεται, ὥσπερ ἔχουσιν οἱ δύο Αἴαντες· οὗτοι γὰρ κοινὸν μὲν ὄνομα ἔχουσι τὸ Αἴας, ὁρισμὸν δὲ οὐ τὸν αὐτόν· τὸν γὰρ Τελαμῶνος ὁριζόμενοι λέγομεν ‘ὁ ἐκ Σαλαμῖνος᾿ ῾ὁ μονομαχήσας Ἕκτορι᾿ καὶ ὅσα δὲ ἄλλον πάλιν ἄλλως ‘ὁ Ὁιλέως᾿ ‘ὁ Λοκρός᾿. εἰ δὲ κατὰ μὲν τὸν λόγον κοινωνοῦσι κατὰ δὲ τὸ ὄνομα διαφέρουσιν, ὀνομάζεται πολυώνυμα, ὡς ἔχει τὸ ἄορ ξίφος μάχαιρα. Ἐκ τῶν τεσσάρων τοίνυν τούτων περὶ τῶν δύο μόνον ἐνταῦθα ὁ Ἀριστοτέλης διαλέγεται, λέγω δὴ τῶν ὁμωνύμων καὶ τῶν συνωνύμων, ἐπείπερ ταῦτα μόνον αὐτῷ συμβάλλεται χρήσιμα ὄντα ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ, καὶ ὅτι ἐκ τούτων δηλοῦται καὶ τὰ λοιπὰ δύο ὡς ἀντικείμετα τούτοις· ἀντίκειται γὰρ τοῖς μὲν ὁμωνύμοις τὰ πολυώνυμα, εἴ γε ταῦτα κατὰ μὲν τὸ ὄνομα κοινωνεῖ, κατὰ δὲ τὸν λόγον διαφέρει, τὰ δὲ πολυώνυμα εἰρήκαμεν κατὰ μὲν τὸ ὄνομα διαφέρειν κατὰ δὲ τὸν λόγον κοινωνεῖν ἀλλήλοις. τοῖς δὲ συνωνύμοις ἀντίκειται τὰ ἑτερώνυμα· καὶ γὰρ ταῦτα μὲν κοινωνεῖ κατ’ ἀμφότερα, ἐκεῖνα δὲ κατ’ ἀμφότερα διαφέρει· ὥστε ὁ ταῦτα εἰδὼς ἐξ αὐτῶν καὶ τὰ ἀντικείμενα εἴσεται. τοῦτο δὲ διὰ βραχυλογίαν ὁ φιλόσοφος ἐπετήδευσεν· τῶν γὰρ ἀντικειμένων ἡ αὐτή ἐστιν ἐπιστήμη. ὥστε δεῖ τῷ περὶ τῶν δύο λόγῳ καὶ τὰ λοιπὰ δύο συνδιδαχθῆναι. προέταξε δὲ τὰ ὁμώνυμα τῶν συνωνύμων, οὐκ ἐπειδὴ τὸ ὂν κατηγορεῖται ὁμωνύμως τῶν δέκα κατηγοριῶν, ἀλλ’ ὅτι δεῖ τὰ ἁπλούστερα τῶν μὴ τοιούτων ἀεὶ προτάττεσθαι κατὰ τὴν διδασκαλίαν, ἔστι δὲ τὰ ὁμώνυμα τῶν συνωνύμων ἁπλούστερα, εἴ γε ταῦτα μὲν |τὴν κατὰ τὸ ὄνομα μόνον κοινωνίαν ἔχει, τὰ δὲ συνώνυμα σὺν ταύτῃ καὶ τὴν κατὰ τὸν λόγον. Ἔστι δὲ εἰπεῖν ὅτι ἄλλα μέν ἐστιν ἕτερα, ἄλλα δὲ ἑτερώνυμα· καὶ ἕτερα μέν ἐστι τὰ παντελῶς ἠλλοτριωμένα, ὡς ἄνθρωπος καὶ ἵππος (ταῦτα γὰρ οὕτε ὄνομα τὸ αὐτὸ ἔχουσιν οὕτε ὁρισμὸν τὸν αὐτόν), ἑτερώνυμα δὲ ὅσα τούτοις διαφέρει καὶ τῷ ὑποκειμένῳ ταὐτά ἐστιν, ὥσπερ ἀνάβασις καὶ κατάβασις· τούτων γὰρ οὔτε ὄνομα τὸ αὐτὸ οὔθ’ ὁρισμὸς ὁ αὐτός, τῷ μέντοι ὑποκειμένῳ ταὐτά ἐστι· περὶ γὰρ τὴν αὐτὴν κλίμακα θεωροῦντι. ὁμοίως δὲ καὶ σπέρμα καὶ καρπὸς κατ’ ἀμφότερα διαφέροντα περὶ τὸν αὐτὸν σῖτον θεωροῦνται· οὗτος γὰρ πρὸς μὲν τὸ ἤδη πεφυκέναι λέγεται καρπός, πρὸς δὲ τὸ μέλλον σπέρμα.