Ancient Greek · ~46 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 1.1
Not analysed yet
Ὄντος ἀναγκαίου, Χρυσαόριε. Πάντα τὰ ὄντα αὐ|τοφυῶς ἐφίεται τοῦ ἀγαθοῦ, ἐπειδήπερ τῶν ὄντων ἁπάντων μία ἐστὶν ἀρχὴ τὸ ἀγαθόν. πάντα οὖν πρὸς τὸ ἀγαθὸν ὡς οἰκεῖον ἀγαθὸν ἀνατείνεται, καὶ τελειοῦται τῶν ὄντων ἕκαστον μετέχον ἐκείνου κατὰ τὰ οἰκεῖα μέτρα. οὐδεὶς οὗν κακοῦ ἐφίεται, ἀλλὰ καὶ οἱ τούτου ἐφιέμενοι ὡς ἀγαθοῦ αὐτοῦ ὀρέγονται τῇ ἀλόγῳ δόξῃ ἑπόμενοι. ἡνίκα οὖν βούλεταί τίς τινα ἐπί τι προτρέψασθαι, τὸ ἐκ τούτου ἀγαθὸν ἀναφαίνει, ὡς ἐκ τούτου ἐφέλκειν αὐτόν. τοῦτο τοίνυν ὁ φιλόσοφος Πορφύριος ποιεῖ· βουλόμενος γὰρ τοὺς εἰσαγομένους προτρέψασθαι ἐπὶ τὴν τοῦ βιβλίου ἀνάγνῶσιν τὸ ἐκ τούτου ἐσόμενον ἀγαθὸν μηνύει κατ’ ἀρχάς. ἐπειδὴ δὲ διττόν ἐστι τὸ ἀγαθόν, τὸ μὲν ὡς τέλος, τὸ δὲ ὡς πρὸς τὸ τέλος, καὶ τὸ μὲν ὡς τέλος ὡς ὅταν εἴπωμεν ἀγαθὸν τὴν ὑγείαν, τὸ δὲ ὡς πρὸς τὸ τέλος ὡς ὅταν εἴπωμεν ἀγαθὸν τὸ φλεβοτομεῖν οὐ καθ’ αὑτὸ ἀλλὰ διὰ τὴν ὑγείαν, τὸ ἀναγκαῖον κυρίως οὐ λέγεται ἀγαθὸν ἀλλ’ ὡς πρὸς τὸ μεῖζον ἀγαθὸν ἀναφερόμενον· λέγομεν γὰρ ‘εἰ μέλλει ὑγιαίνειν, ἀνάγκη φλεβοτομεῖσθαι’. διὸ οὕτως εἶπεν ἀναγκαῖον, ἐπειδὴ ὡς πρός τι ἄλλο τέλος ἀναφέρεται τὸ βιβλίον, δηλαδὴ τὰς Κατηγορίας, καὶ οὐκ ἔστιν ἀγαθὸν ὡς τέλος ἀλλ’ ὡς πρὸς ἄλλο παραλαμβόμενον. καὶ ἀπλῶς εἰπεῖν ἀναγκαῖον ἐνταῦθα λέγει τὸ βιβλίον ὡς πρὸς μεῖζον ἀγαθὸν αὐτὸ ἀνάγων. καὶ ἤτοι ὡς χρήσιμον ἢ ὡς καθ’ αὑτὸ ἀναγκαῖον καὶ χωρὶς αὐτοῦ τὰ ἄλλα μὴ δύνασθαι τῶν φιλοσόφων ἀναλέγεσθαι συγγράμματα· ἰστέον γὰρ ὅτι οἱ φιλόσοφοι τὸ ἀναγκαῖον διχῶς λέγουσιν· ἀναγκαῖον γὰρ καλοῦσιν ἡ τὸ χρήσιμον ἢ τὸ ἀντιδιαιρούμενον τῷ ἐνδεχομένῳ. καὶ χρήσιμον μὲν λέγουσι τὸ συμβαλλόμενον εἴς τι οἷον τὸ ὑποδεδέσθαι τὸ ἐνδύεσθαι· συμβάλλεται γὰρ εἰς τὸ ἧττον διαφθέίρεσθαι τὰ σώματα καὶ διὰ τοῦτο διαρκεῖν ἐπὶ πλείονα χρόνον. λέγεται δὲ ἀναγκαῖον, ὡς εἶπον, καὶ τὸ τῷ ἐνδεχομένῳ ἀντιδιαιρούμενον, οὗτινος χωρὶς εἶναι ἀδύνατον. οἷον ἀνάγκη τὰ ζῷα τὰ ἔχοντα πνεύμονα ἀναπνεῖν πάντως, ἵνα ζῶσιν· ἀναγκαῖον οὖν τι χρῆμα ἡ ἀναπνοή· χωρὶς γὰρ ταύτης ζῆν ἀδύνατον τὰ ἔχοντα πνεύμονα ζῷα. ἀναγκαῖον οὖν τοῦτο λέγεται τὸ βιβλίον εἶναι ἢ κατὰ τὸ πρῶτον σημαινόμενον ἢ κατὰ τὸ δεύτερον. καί φαμεν οὐχὶ κατὰ τὸ δεύτερον, ἀλλὰ κατὰ τὸ πρῶτον· καὶ γὰρ πρὸ τοῦ γενέσθαι Πορφύριον ἐνοοῦντο δῆλον ὅτι αἱ τῶν φιλοσόφων πραγματεῖαι. δῆλον οὖν ὡς χρήσιμον καὶ εὐμαρῆ ποιοῦν τὴν ἐκείνων νόησιν, οὕτως ἀναγκαῖον εἶναι λέγεται. μήποτε δὲ δυνατὸν καὶ κατὰ τὸ δεύτερον σημαινόμενον ἀναγκαῖον λέγεσθαι, οὗ χωρὶς ἐκεῖνα νοηθῆναι ἀδύνατον, οὐχὶ ἐπ’ αὐτοῦ τοῦ συγγράμματος νοούντων ἡμῶν τὸ ἀναγκαῖον ἀλλ’ ἐπ’ αὐτῆς τῆς τῶν εἰρημένων πέντε φωνῶν θεωρίας· ρίας· ἄνευ γὰρ τῆς τούτων γνώσεως τἄλλα ἀκριβῶς γνωσθῆναι ἀδύνατον· ὅθεν καὶ ὁ Πορφύριος οὐκ εἶπεν ‘ἀναγκαίου ὄντος τούτου τοῦ συγγράμματος ἀλλὰ ἀναγκαίας οὕσης τῆς τούτων θεωρίας. καὶ πρὶν Πορφύριον γράψαι περὶ τούτων, ἀναγκαία ἦν ἡ περὶ αὐτῶν θεωρία εἰς τὴν τῶν φιλοσόφων θεωρημάτων νόησιν, καὶ ἄνευ ταύτης ἐκείνα νοηθῆναι ἀδύνατον· τοσοῦτον οὖν τὸ ἐκ τοῦ προκειμένου βιβλίου γέγονε χρήσιμον, ὅτι τὰ σποράδην παρὰ τοῖς πρεσβυτέροις εἰρημένα συνήγαγε καὶ εὐμαρεστέραν ἡμῖν καὶ σύντομον τὴν περὶ αὐτῶν θεωρίαν ἐποίησεν. ὅθεν οὐδὲ ὁ Πορφύριος ἰδιοποιεῖται τὴν εὕρεσιν τῆς περὶ αὐτῶν θεωρίας, ἀλλὰ τὰ παρὰ τοῖς πρεσβυτέροις φησὶν ἐπελθεῖν πειράσομαι. Ἰστέον δὲ ὅτι εὐθὺς ἐν προοιμίοις περὶ τριῶν τούτων διαλέγεται· λέγει γὰρ τίς ἡ πρόθεσις τοῦδε τοῦ συγγράμματος ὅτι περὶ τῶν πέντε φωνῶν ἐκείνων διαλεχθῆναι), καὶ τί τὸ χρήσιμον ὅτι χρησιμεύει οὐ μόνον εἰς τὰς Ἀριστοτέλους Κατηγορίας |ἀλλὰ καὶ ἁπλῶς εἰπεῖν εἰς πᾶσαν εὑρετικὴν 5 μέθοδον φιλοσοφίας), καὶ τίνι τρόπῳ κέχρηται διδασκαλίας, ὅτι σαφεῖ καὶ πρέποντι εἰσαγομένων ἀκοαῖς· οὔτε γὰρ μείζονα ἢ κατὰ τοὺς εἰσαγομένους θεωρήματα διδάσκει, οὔτε μὴν εἰς μῆκος ἐκτείνει τὸ σύγγραμμα, οὔτε ἀσαφεῖ τῇ λέξει κέχρηται, ἵνα διὰ τούτων προτρέψηται τοὺς νέους εἰς τὴν τοῦ βιβλίου ἐκλογήν. ὁ δὲ καὶ σύνδεσμος σημαίνει ἡμῖν, ὡς οὐ μόνον εἰς 10 τὴν τῶν κατηγορίων διδασκαλίαν συμβάλλεται τὸ βιβλίον, ἀλλὰ καὶ εἰς πᾶσαν φιλοσοφίαν. ἄλλως τε καὶ εἰς τὴν τῶν παρὰ Ἀριστοτέλει εἶπεν, ἐπειδὴ συμβάλλεται οὐ μόνον εἰς τὸ βιβλίον τῶν Κατηγοριῶν Ἀριστοτέλους, ἀλλὰ καὶ εἰς τὰς ἄλλων Κατηγορίας· εἰδέναι γὰρ χρὴ ὡς πολλοὶ τῶν Ἀριστοτέλους ἑταίρων κατὰ ζῆλον τοῦ διδασκάλου ἔγραψαν Κατηγορίας καὶ Περὶ ἑρμηνείας καὶ Ἀναλυτικά. συμβάλλεται οὖν τὸ βιβλίον τοῦτο οὐ μόνον εἰς τὰς Ἀριστοτέλους Κατηγορίας, ἀλλὰ καὶ εἰς τὰς Ἀρχύτου καὶ εἰς πάσας τὰς τῶν φιλοσόφων πραγματείας]. Ἀποροῦσι δέ τινες εὐθὺς ἐν ἀρχῇ εἰς τὸ ὄντος ἀναγκαίου ἄλογον μὲν καὶ οὐκ ἀκόλουθον ἀπορίαν, πλὴν καλῶς ἔχουσαν εἰρῆσθαι διὰ τὴν τῶν ἐπιλύσεων θεωρίαν γλαφυρωτέραν καὶ ὠφέλιμον οὖσαν. ἀποροῦσιν οὖν οὕτως· τοῦ ὄντος τὸ μέν φασιν ἀναγκαῖον τὸ δὲ ἐνδεχόμενον τὸ δὲ ὑπάρχον. ἀναγκαῖον μὲν οὖν ἐστι τὸ ἀεὶ ὡσαύτως ἔχον καὶ ἐξ ἀνάγκης ὄν, οἷον τὸ ἡλίου ὑπὲρ γῆν ὄντος ἡμέραν εἶναι. ἐνδεχόμενον δὲ τὸ δυνάμει ἔχον τὴν τῶν δύο ἐναντίων ὕπαρξιν οἷον τὴν τοῦ ἀναγνῶναι καὶ τοῦ μὴ ἀναγνῶναι, οὔπω δὲ οὐδέτερον ὂν ἀλλ’ ἐν τῷ δυνάμει μόνον εἶναι θεωρούμενον. ὑπάρχον δέ ἐστι τὸ εἰς ἐνέργειαν προαχθὲν καὶ ἐνεστὸς ἐνδεχόπροοιμίω μενον. τούτων τοίνυν τὸ ὂν οὐκ ἔστιν ἐπίσης· οὐ γὰρ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολουθίαν ὡς τὸ ἴδιον καὶ ὁ ὅρος, κατηγορούμενα ἢ ὐποκείμενα ἀλλήλοις. δύο γάρ ταῦτα ἐξισάζει, τοῖς τε ὑποκειμένοις κατηγορούμενα καὶ τοῖς κατηγορουμένοις ὑποκείμενα τό τε ἴὸιον καὶ ὁ ὅρος. ποῖον δέ ἐστι κατηγορούμενον καὶ ποῖον ὑποκείμενον; ὑποκείμενον μέν, ἐν ᾦ τὸ ἄρθρον πρόσκειται, κατηγορούμενον δέ, ἐν ᾧ τὸ ἔστιν ἢ δυνάμει ἡ ἐνεργείᾳ συνέζευκται. τῶν γὰρ κατηγορουμένων ἢ ὀνομάτων ὄντων ἢ ῥημάτων, τοῖς μὲν ὀνόμασιν ἐνεργείᾳ συνέζευκται ἡ ἔστι φωνή, τοῖς δὲ ῥήμασι δυνάμει, οἷον ἐὰν εἴπω ‘ὁ ἄνθρωπος’, ὑποκείμενον εἶπον, ἐὰν δὲ προσθῶ ‘ζῷόν ἐστι’, κατηγορούμενον εἶπον. τὸ οὖν ὂν ἐπίσης οὐκ ἔστιν οὔτε ὑποκείμενον οὔτε κατηγορούμενον τῷ ἀναγκαίῳ ἢ τῷ ἐνδεχομένῳ ἢ τῷ ὑπάρχοντι, ἀλλ’ ἐπὶ πλέον, ἐπεὶ οὐκ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολουθίαν· πᾶν μὲν γὰρ εἴ τί ἐστιν ἀναγκαῖον ἢ ἐνδεχόμενον ἢ ὑπάρχον, τοῦτο καὶ ὄν ἐστιν, οὐκ ἔτι δὲ εἴ τί ἐστιν ὄν, τοῦτο πάντως ἢ ἀναγκαῖόν ἐστιν ἡ ἐνδεχόμενον ἡ ὑπάρχον, ἀλλ’ ὅ τι ἕν τι τούτων ᾖ, τὰ ἄλλα οὐκ ἔστιν, οἷον ἐὰν ἐνδεχόμενον ᾖ, οὔτε ἀναγκαῖόν ἐστιν οὔτε ὑπάρχον. εἰ τοίνυν οὐκ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολουθίαν τὸ ὄν, ἐπὶ πλέον ἐστὶν ἄρα τοῦ τε ἀναγκαίου καὶ τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος. τί δήποτε οὗν ὁ Πορφύριος πάσης κατηγορίας ἢ ἐπὶ πλέον ἢ ἐπίσης βουλομένης εἶναι τοὐ ὑποκειμένου, οὐδέποτε δὲ ἐπ’ ἔλαττον, αὐτὸς τὸ ἀναγκαῖον ἐπ’ ἔλαττον ὂν τοῦ ἐπὶ πλέον κατηγόρησε, λέγω δὴ τοῦ ὄντος, εἰπὼν ὄντος ἀναγκαίου; Φαμὲν οὖν ὅτι ἀληθὲς μέν ἐστι τὸ μὴ τὰ ἐπ’ ἔλαττον τῶν ἐπὶ πλέον κατηγορεῖσθαι, τὸ μέντοι ὂν οὐκ· ἔστιν ἐπὶ πλέον τοῦ ἀναγκαίου· κυρίως γὰρ ἐκεῖνά ἐστιν ἐπὶ I πλέον ὀνόματα, ὅσα κατὰ πολλῶν κατηγορούμενα. καὶ ἐν πολλοῖς ἔχοντα ὑπόστασιν καὶ ἕν τι πρᾶγμά ἐστι ἰδίαν ὑπόστασιν ἔχον αὐτὸ καθ’ αὑτὸ θεωρούμενον ὡς τὸ ζῷον· κατηγορεῖται γὰρ κατὰ κυνὸς καὶ ἀνθρώπου καὶ ἵππου, καὶ ἔχει μὲν ἐν τούτοις ὑπόστασιν, καὶ ἰδίαν πάλιν ἔχει οὐσίαν αὐτὸ καθ’ αὑτὸ θεωρούμενόν τε καὶ νοούμενον (όριζόμεθα οὖν τὸ ζῷον οὐσίαν αὐτὸ εἶναι λέγοντες ἔμψυχον αἰσθητικήν)· ἐπεὶ ὅσα μὴ ἔχει ὑπόστασιν οἰκείαν, ἀλλ’ εἰσὶ φωναὶ ὁμώνυμοι ὡς ὁ κύων καὶ ὁ Αἴας καὶ ὅσα τοιαῦτα, ταῦτα οὐκ ἔστιν ἐπὶ πλέον· ψιλαὶ γάρ εἰσι φωναὶ καὶ οὐ πράγματα. τὸ δὲ ἐπὶ πλέον τινὸς εἶναί τι δεῖ πρότερον αὐτὸ καθ’ αὑτό εἶναι, εἶτ’ ἐπὶ πλέον ἑτέρων εἷναι. τὸ οὖν ὂν ἐπειδὴ οὐκ ἔχει ἰδίαν ὑπόστασιν, ἀλλ’ ὀνόματος μόνον ἐστὶν ἐν τούτοις κοινωνία τῷ τε ἀναγκαίῳ καὶ τῷ ἐνδεχομένῳ καὶ τῷ ὑπάρχοντι, οὐκ ἔστιν οὐδενὸς αὐτῶν ἐπὶ πλέον· φωνὴ γάρ ἐστι ψιλή. ἔπειτα δὲ εἰ ἐπὶ πλέον λέγουσιν εἶναι τὸ ὄν, ὡς γένος αὐτὸ πάντως ἀξιοῦσιν εἶναι ἐπὶ πλέον· τὸ δὲ γένος τεμνόμενον κατὰ τὸν αὐτὸν χρόνον τὰ εἴδη ποιεῖ ὑφεστάναι καὶ πάντως οὐδενὸς οὔτε προτέρου ὄντος οὔθ’ ὑστέρου· ἀνάγκη οὖν αὐτοὺς ὁμολογεῖν κατὰ τὸν αὐτὸν χρόνον γίνεσθαι τό τε ἀναγκαῖον καὶ τὸ ἐνδεχόμενον καὶ τὸ ὑπάρχον, ὅπερ ἄτοπον· τὸ μὲν γὰρ ἀναγκαῖον τὸ ἀεὶ ἔχει, τὸ δὲ ἐνδεχόμενον καὶ τὸ ὑπάρχον τὸ ποτέ· οὐκ ἄρα γένος τὸ ὂν τῶν εἰρημένων, οὐδ’ ἄρ ἐξ ἀνάγκης ἐπὶ πλέον. ἔστι γὰρ τὸ ὂν φωνὴ ὁμώνυμος καὶ οὐ γένος, οὐδὲ φύσις ἀφωρισμένη ὑπάρχουσα ἑκάστῳ τῶν κατὰ μέρος, ὡς τὰ γένη ἐστίν. ἄλλως τε δὲ ἅπαντα τὰ πράγματα ἢ ἀπροσδιορίστως λέγομεν ἢ μετὰ προσδιορισμοῦ. προσδιορισμοὶ δὲ εἰσι τέσσαρες· πᾶς, τί. ,οὐ πᾶς, οὐδείς. καί φασιν αὐτοὺς εἰρῆσθαι προσδιορισμούς διὰ τὸ ἐξ αὐτῶν ὁρίζειν τὸν διαλεγόμενον, εἴτε περὶ καθολικοῦ διαλέγεταί τινος εἴτε καὶ μερικοῦ· ἐὰν μὲν γὰρ εἴπῃ ‘πᾶς’, καθολικὸν σημαίνει, ἐὰν δὲ ‘τίς’, μερικόν. τούτων τοίνυν οὕτως ἐχόντων, ἐπειδὴ δέδεικται τοῖς φιλοσόφοις ἅπασιν ὅτι τὸ ἀπροσδιορίστως τι λέγειν ἰσοδυναμεῖ τῷ μετὰ προσδιορισμοῦ μερικοῦ οἷον τοῦ τίς τῷ γὰρ ‘τὶς ἄνθρωπος ἦλθεν’ ταὐτόν ἐστι τὸ ‘ἄνθρωπος ἦλθεν’), εἰ ταῦθ’ οὕτως ἔχει, καὶ ὁ Πορφύριος ἄρα ἀπροσδιορίστως εἰρηκὼς ὄντος καὶ προσθεὶς τὸ ἀναγκαῖον ἔλαβε μερικὸν τὸ ὄν, ὡς ἂν εἰ ἔλεγε ‘τὶ ὂν ἀναγκαῖόν ἐστ‘· μερικὸν δὲ ὂν ἐπίσης ἐστὶ τῷ ἀναγκαίῳ, ὡς καὶ αὐτοὶ ὁμολογοῦσιν. ὥστε καὶ εἰ μὴ φωνὴ ψιλὴ τὸ ὂν ἦν, ἀλλὰ πρᾶγμα ἰδίαν ὑπόστασιν ἔχον ὡς τὸ ζῶον, οὐ κακῶς κατηγόρησε τὸ ἀναγκαῖον τοῦ ὄντος ἀτͅροσδιορίστως αὐτοῦ κατηγορήσας. ἔτι δὲ ὅτε μὲν τὰ πράγματα βουλόμεθα σημᾶναι, ἕκαστον αὐτῶν ὅλον, κατ’ εὐθεῖαν πτῶσιν σημαίνομεν ὁ ἄνθρωπος ὁ ἵππος ὁ βοῦς, ὅτε δὲ μέρος τι τῶν πραγμάτων ἡ περὶ τὰ πράγματά τι ὑπάρχον, διὰ τῆς γενικῆς σημαίνομεν· οἷον ἐὰν εἴπωμεν τοῦ Σωκράτους, ἢ τῶν μερῶν αὐτοῦ τι σημαίνομεν ὡς τὴν χεῖρα ἢ τὴν κ̓α-ὁ̔ͅ Ἀ-́ίν. ι ἢ τῶν περὶ αὐτόν τι οἷον τὸν οἶκον ἢ τὸ βιβλίον. ὁ ’JV Πορφύριος εἰ μὲν εἰρήκει ιτὸ ὂν ἀναγκαῖόν ἐστι’ διὰ τῆς εὐθείας, τὸ πρᾶγμα αὐτὸ ἔμελλε σημάναι, καὶ οὕτως ἂν ἔδοξεν ἴσως τοῦ ὅλου τὸ μέρος κ̔ -. rιγορ-αῖν· ἐπειδὴ δὲ εἶπεν ὄντος ἀναγκαίου διὰ τῆς γενικῆς, ἀνάγκη δήπου ἢ κdρος τοὐ πράγματος ἢ τῶν περὶ τὸ πρᾶγμά τι δηλοῦν. μέρους δέ τινος τῶν περὶ τὸ ὂν ἐπίσης ἐστὶ τὸ ἀναγκαῖον, ὡς ἄνθρωπος ἐπίσης ἐστί τινος ζώ1 οὐ καὶ ἡ χεὶρ ἐπίσης ἐστί τινος τῶν τοῦ ἀνθρώπου. καὶ κατὰ τοῦτον οὖν τὸν λόγον, εἰ καὶ ἰδίαν ὑπόiσιασιν ἔχειν τις λέγει τὸ ὄν, οὐ κακῶς κατηγόρησε τοῦ ὄντος τὸ ἀναγκαῖον ὁ Πορφύριος, ἐπειδὴ καὶ τοῦτο δεδώκαμεν· κατὰ γὰρ τοῦ ἴσου τὸ ἴσον κατηγόρησεν. ἔτι μέντοι καὶ κατὰ ἄλλον λόγον δείκνυται μὴ ὂν γένος τὸ ὂν μήτε τῶν εἰρημένων τριῶν, μήτε ἰῆς οὐσίας καὶ τοῦ συuι βα-βηὶ̣ότο καὶ τῶν λοιπῶν κατηγοριῶν. ἐν οἷς γὰρ πρῶτόν τι καὶ δεύτερον, τούτων τὸ κοινῶς κατηγορούμενον γένος οὐκ ἔστιν· τὸ γὰρ γένος εἰδῶν ἐστι γένος, τὰ δὲ εἴδη κατὰ τὸν αὐτὸν χρόνον ὑφίσταται, καὶ ἐν ἑαυτῷ ἕκαστον ἔχει τὸ εἶναι, οὐκ ἐν ἄλλοις. εἰ δὲ καὶ τὸ συμβεβηκὸς δεύτερόν ἐστι τῆς οὐσίας καὶ ἐν ἐκείνῃ ἔχει τὸ εἶναι, καὶ τὸ ὑπάρχον δεύτερον τοῦ ἐνδεχομένου καὶ ἐν ἐκείνῳ ἔχει τὸ εἶναι, ὁμωνύμως ἄρα κατὰ τούτων ἀλλ’ οὐ συνωνύμως τὸ ὂν κατrιγορηθγ́ͅσεται· οὐ γάρ ἐστι γένος, ἐπειδὴ πρῶτά τινα καὶ δεύτερα ἐν τούτοις φαίνεται. πόθεν δῆλον ὅτι τὸ συμβεβηκὸς ἐν τῇ οὐσίᾳ ἔχει τὸ εἶναι καὶ ἐν τῷ ἐνδεχομένῳ τὸ ὑπάρχον, ἀλλ’ οὐκ ἐν ἑαυτοῖς; ὅτι ἀναιρουμένης τῆς οὐσίας καὶ τοῦ ἐνδεχομένου συναναιρεῖται καὶ τὸ συμβεβηκὸς καὶ τὸ ὑπάρχον. εἰ δὲ ἦν εἴδη ἐκ τοῦ ὄντος αὐτοῖς ἀντιδιῃρημένα καὶ μὴ ἐν ἐκείνοις εἶχε τὸ εἶναι, οὐκ ἂν τούτων τῶν εἰδῶν ἀναιρουμένων οἷον τῆς οὐσίας καὶ τοῦ ἐνδεχομένου συνανῃρεῖτο τὸ ἕτερον· οὗ γὰρ εἴ τι εἶδος φθαρῇ τοῦ ζῴου οἷον κύων ἢ ἵππος, συναναιρεῖ καὶ τὰ ἄλλα εἴδη οἷον ἄνθρωπον ἢ βοῦν ἢ κάμηλον ἢ ἄλλο τι τῶν λοιπῶν εἰδῶν. κατὰ τοσούτους γοῦν τρόπους καὶ τὸ τῆς ἀπορίας ἄλογον δέδεικται καὶ τὸ τῶν λύσεων γλαφυρόν.