Ancient Greek
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces Section introduction.1
Not analysed yet
Μέλλοντας ἡμᾶς ἄρχεσθαι φιλοσόφων λόγων ἀναγκαῖόν ὲστι μαθεῖν τί ποτέ ἐστι φιλοσοφία. δεῖ γὰρ τὸν ἀρχόμενόν του πρότερον μαθεῖν τί μανθάνομεν δὲ τὰ πράγματα ἐκ τῶν ὁρισμῶν. καὶ πῶς δυνατὸν δι’ ὁρισμοῦ μαθεῖν πρᾶγμα ἀγνοουμένου τοῦ τί ἐστιν ὁρισμός; ὁρισμὸς τοίνυν ἐστὶ λόγος σύντομος δεικνὺς τὴν τοὐ πράγματος φύσιν. ὁρισμὸς δὲ λέγεται ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς χωρίοις ὅρων· ὥσπερ γὰρ ἐκεῖνοι περιλαμβάνουσι τὸ χωρίον καὶ χωρίζουσι τῶν ἀλλοτρίων, οὕτω καὶ οἱ ὁρισμοὶ περιλαμβάνουσι τὸ πρᾶγμα καὶ χωρίζουσι τῶν ἄλλων ἀπάντων. δεῖ τοίνυν ὁρισμὸν τῆς φιλοσοφίας εἰπεῖν, ὥσπερ καὶ τῆς γραμματικῆς ἀρχόμενοι τὸν ὁρισμὸν ἐμανθάνομεν, ὅτι γραμματική ἐστιν ἐμπειρία τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ὡς ἐπὶ τὸ πολὺ λεγομένων· ὁμοίως καὶ ῥητορικῆς ἀρχόμενοι τὸν ὁρισμὸν ἐμάθομεν, ὅτι ῥητορική ἐστι δύναμις τεχνικὴ πιθανοῦ λόγου ἐν πράγματι πολιτικῷ τέλος ἔχουσα τὸ εὖ λέγειν· δεῖ οὖν καὶ τῆς φιλοσοφίας τὸν ὁρισμὸν μαθεῖν, αὕτη γάρ ἐστιν ἡ καὶ ταῖς ἄλλαις ἐπιστήμαις τε καὶ τέχναις τοὺς ὁρισμοὺς παρέχουσα. Πᾶσά οὖν ἐπιστήμη καὶ πᾶσα τέχνη ὑποκείμενόν τι ἔχει καὶ τέλος. ὑποκείμενον μὲν οὖν ἐστι περὶ ὃ καταγίνεται, τέλος δὲ οὗ στοχάζεται καὶ δ βούλεται κοσμεῖν· οἷον ὁ ἰατρὸς ἔχει ὑποκείμενα μὲν τὰ ἀνθρώπεια σώμάτα περὶ γὰρ ταῦτα καταγίνεται), τέλος δὲ τὸ ὑγιάσαι ταύτα τούτου γὰρ στοχάζεται) ὁμοίως καὶ ὁ τέκτων ὑποκείμενον μὲν ἔχει τὸ ξύλον, τέλος δὲ τὸ ποιῆσαι ἀβάκιον. οἱ ὁρισμοὶ οὖν λαμβάνονται ἢ ἐκ τοῦ ὐποκειμένου ἢ ἐκ τοῦ τέλους ἢ καὶ ἀπὸ συναμφοτέρου· ἐκ μὲν τοῦ ὑποκει- μένου ὡς ὅταν εἴπωμεν ’ἰατρική ἐστιν τέχνη περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένη’, ἐκ δὲ τοῦ τέλους ὡς ὅταν εἴπωμεν ‘ὑγείας περιποιητική’, ἐκ δὲ τοῦ συναμφοτέρου ‘τέχνη τέχνη περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένη ὑγείας περιποιητική’. ὁμοίως δὲ καὶ ἡ ἀστρονομία ἐπιστήμη οὖσα ἔχει ὑποκείμενον τὰ οὐράνια σώματα, τέλος δὲ τὸ γνῶναι τὰς κινήσεις αὐτῶν. μάθωμεν οὖν καὶ τί ὑπόκειται τῇ φιλοσοφίᾳ καὶ τί τὸ τέλος αὐτῆς· καὶ οὕτω δυνησόμεθα τὸν ὁρισμὸν αὐτῆς ἀποδοῦναι. ἰστέον οὖν, ὅτι αἱ μὲν ἄλλαι ἐπιστῆμαι καὶ τέχναι περί τινα μερικὰ καταγίνονται, οἷον ἡ τεκτονικὴ περὶ μόνα τὰ ξύλα, ἡ ἀστρονομία περὶ μόνα τὰ οὐράνια, μόνη δὲ ἡ φιλοσοφία περὶ πάντα τὰ ὄντα καταγίνεται, τέλος δὲ ἔχει οὐ ποιῆσαι ταῦτα ἀλλὰ γνῶναι αὐτά. παραλαμβάνονται οὖν τῆς φιλοσοφίας ὁρισμοὶ πολλοί· πολλοὶ γὰρ καὶ πολλαχῶς ὡρίσαντο τῶν παλαιοτέρων αὐτὴν. ἵνα δὲ μὴ τοῖς φιλαιτίοις ἀκαίρου φιλοτιμίας ἐν τῷ παρόντι δῶμεν ἔγκλημα τοὺς ἑκάστου διεξιόντες ὅρους, ἀπόχρη πέντε ἢ ὀλίγῳ πλείους ἐπελθεῖν. δύο μὲν οὖν εἰσιν ἐκ τοῦ ὑποκειμένου δύο δὲ ἐκ τοῦ τέλους καὶ ἕτερος ἐκ ἵης ὑπεροχῆς, ἧς ἔχει πρὸς τὰς ἄλλας τέχνας. Ἔστιν οὖν ὁ πρῶτος οὗτος· “φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί”. τὸ ᾗ ἀντὶ τοῦ καθὸ ὄντα ἐστίν· οὐ γὰρ προτίθεται ὁ φιλόσοφος πάντας τοὺς ἐν τῷ κόσμῳ ἀνθρώπους εἰδέναι κατὰ ἀριθμόν, ἀλλὰ τίς ποτέ ἐστιν ἡ τοῦ ἀνθρώπου φύσις. τὴν γὰρ οὐσίαν ἑκάστου πράγματος καὶ τὸ εἶναι σκοπεῖ ὁ φιλόσοφος. τινὲς δὲ ὁρίζονται οὕτως· “φιλοσοφία ἐστὶ θείων τε καὶ ἀνθρωπίνων πραγμάτων γνῶσις”. καὶ δῆλον ὅτι ὁ αὐτός ἐστι τῷ πρὸ αὐτοῦ, διαφέρει δὲ μόνῳ τῷ σαφεῖ τε καὶ ἀσαφεῖ· διεῖλε γὰρ τὰ ὄντα εἰς τά θεῖα καὶ ἀνθρώπινα τὰ μὲν ἀίδια εἰπὼν θεῖα, τὰ δὲ ἐν γενέσει καὶ φθορᾷ εἰπὼν ἀνθρώπινα. οὗτος οὖν ὁ ὁρισμὸς καὶ ὁ πρῶτος ἐκ τοῦ ὑποκειμένου ἀποδίδονται, διενηνόχασι δὲ ἀλλήλων, ὡς εἴρηται, τῷ σαφεῖ τε καὶ ἀσαφεῖ. ἔστι δὲ καὶ τοιοῦτος ὁρισμὸς ἀπὸ τοῦ τέλους ὁ λέγων ‘‘φιλοσοφία ἐστὶ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθφώπῳ.” οὕτω γὰρ ὁ Πλατῶν ὡρίσατο. ὁ γὰρ θεὸς διττὰς ἔχει τὰς ἐνεργείας, τὰς μὲν γνωστικάς, καθ’ ἃς τὰ πάντα γινώσκει, ὡς καὶ οἱ ποιηταὶ σημαίνουσι λέγοντες θεοὶ δέ τε πάντα ἴσασι, τὰς δὲ προνοητικὰς τῶν καταδεεστέρων καθ’ ἃς τοῦ κόσμου ὅλου προνοεῖται, ὡς καὶ οἱ ποιηταί φασι θεοὶ δωτῆρες ἐάων. ὁ δὲ φιλόσοφος κατ’ ἄμφω βούλεται ἐξομοιοῦν ἑαυτὸν τῷ θεῷ· βούλεται γὰρ καὶ θεωρητὴς εἶναι τῶν πάντων (πάντα γὰρ ἐπισκέπτεται) καὶ μέντοι καὶ πρόνοιαν τῶν καταδεεστέρων ποιεῖται (ό γάρ τοι πολιτικὸς φιλόσοφος δικάζει καὶ νόμους τίθησιν)· ὥστε εἰκότως ἡ φιλοσοφία ὁμοίωσίς ἐστι θεῷ. τὸ δὲ “κατά τὸ δυνατὸν ἀνθρώπῳ” καλῶς πρόσκειται· οὕτε γὰρ ἡ γνῶσις ὁμοία οὔτε ἡ πρόνοια ἡ αὐτή ἐπεὶ οὕ ποτε φῦλον ὁμοῖον ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων· ὧν γὰρ αἱ οὐσίαι διάφοροι, τούτων καὶ αἱ τελειότητες διάφοροι ὑπάρχουσι. καὶ ἔστιν ἰδεῖν τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ζῴων· ἐπειδὴ γὰρ ὁ ἄνθρωπος καὶ ὁ ἵππος διάφορον ἔχουσι τὴν οὐσίαν, διάφορον ἔχουσι καὶ τὴν τελειότητα· τητᾷ· ἀνθρώπου μὲν γὰρ τελειότης τὸ μετὰ λόγου καὶ φρονήσεως ζῆν, ἵππου δὲ τὸ ὀξέως θεῖν καὶ ἐν πολέμοις ἐπιτήδειον εἶναι. καὶ ἐν αὐτοῖς δὲ τοῖς ἀλόγοις πολλὴ διαφορὰ ὑπάρχει τῶν τελειοτήτων, ἐπειδὴ καὶ τῆς οὐσίας αὐτῶν· ἄλλη μὲν ὑπάρχει κυνὸς τελειότης, ἄλλη δὲ ἵππου. εἰ οὖν μᾶλλον ἐπὶ ἀνθρώπου τε καὶ θεοῦ. ἐπεὶ οὖν πολὺ διαφέρουσι κατὰ τὴν οὐσίαν, εἰκότως καὶ τὰς τελειότητας διαφερούσας ἔχουσι. καλῶς οὖν πρόσκειται τῷ ὅρῳ “τὸ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ ". ἔστιν οὖν ἡ φιλοσοφία ‘‘ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ ’’. ἐκ ποίας δὲ αἰτίας ὥρμησεν οὕτως ὁρίσασθαι τὴν φιλοσοφίαν, ῥητέον. ἐπειδὴ γάρ, ὡς εἶπον, διτταί εἰσιν αἱ τοῦ θεοῦ δυνάμεις, αἵ τε γνωστικαὶ καὶ αἱ πρακτικαί, διτταὶ δὲ καὶ αἱ τῆς ἡμετέρας ψυχῆς, αἵ τε θεωρητικαὶ καὶ πρακτικαί. ὁ δὲ φιλόσοφος ἑκάτερον τῶν μερῶν τῆς ψυχῆς κοσμεῖν βούλεται τῇ πρὸς τὸν θεὸν μιμήσει. τὸ μὲν τὴν τῶν ὄντων Φύσιν ὅπως ἔγει ἐπισκεπτόμενος. τὸ δὲ τὰς παθητικὰς τῆς ψυχῆς κοσμῶν δυνάμεις καὶ τῶν ἄλλων ἀπιμελούμενος, εἰκότως ὁ Πλάτων ὁμοίωσιν εἶναι θεῶ τὴν φιλοσοφίαν κατὰ τὸ δυνατὸν ἀνθρώπῳ ὡρίσατο. ἔστι δὲ καὶ ἄλλος ὁρισμὸς ἐκ τοῦ τέλους ὁ λέγων |“φιλοσοφία ἐστὶ μελέτη θανάτου”. ἐπεὶ δὲ ὁ προκείμενος ὅρος μελέτην θανάτου τὴν φιλοσοφίαν ὁρίζει, ῥητέον, ὅπως δεῖ τῆς τοῦ θανάτου μελέτης ἀκούειν. Κλεόμβροτος γάρ τις ὀνόματι ἐγκύψας τῷ Πλάτωνος Φαίδωνι καὶ ὅτι μὲμ δεῖ τὸν φιλόσοφον θάνατον μελετᾶν γνούς, ὅτῳ δὲ δεῖ τρόπῳ μὴ γνούς, ἀνελθὼν ἀπὸ τοῦ τείχους ἑαυτὸν κατεκρήμνισε. τούτου μαρτύριον ὁ τὸ εἰς αὐτὸ τὸ Ἀμβρακιωτικὸν μειράκιον ἐκθέμενος ἐπίγραμμα ποιητής· φησὶ γὰρ Εἴπας ‘ἥλιε, Χαῖρε’ Κλεόμβροτος Ἀμβρακιώτης ἥλατ’ ἀφ’ ὑψηλοῦ τείχεος εἰς Ἀίδην ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος ἓν τὸ περὶ ψυχῆς γράμμ’ ἀναλεξάμενος. διὰ τὴν ἐξ ἀγνοίας τοίνυν συμβᾶσαν τῷ νέῳ ἐγχείρησιν ἐπισκεπτέον ἄν εἴη, τί ποτε βούλεται ἡ ῥηθεῖσα τοῦ θανάτου μελέτη. καὶ γὰρ καὶ ό Πλατῶν παρακελεύεται μὴ ἐξάγειν ἑαυτόν. φησὶ γοῦν οὕτως· ‘ὁ μὲν οὖν ἐν ἀπορρήτως περὶ αὐτῶν λεγόμενος λόγος, ὡς ἔν τινι φρουρᾷ ἐσμεν οἱ ἄνθρωποι καὶ οὐ δεῖ ἑαυτοὺς ἐκ ταύτης ἐξάγειν οὐδὲ ἀποδιδράσκειν, μέγας τίς μοι φαίνεται καὶ οὐ ῥᾴδιος διιδεῖν‘. οὐ δεῖ δὴ ἐξαίειν ἑαυτόν· ὥσπερ γὰρ ὁ ἐν φρουρᾷ ὑπάρχων καὶ καταδεθεὶς διά τι πλημμέλημα, εἰ βουληθείη ἀποδράσαι, ἀνατρέπει ὅσον ἐφ’ ἑαυτῷ τοὺς νόμους, οὕτω καὶ ὁ σπεύδων δων διαλῦσαι τὸν δεσμὸν τοὐ σώματος τὸν δεθέντα ὑπὸ τῆς προνοίας ἀνατρέπει τρέπει τοὺς δημιουργικοὺς νόμους· οὐ δεῖ οὖν θανατᾶν. εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει, πῶς μελέτην θανάτου τὴν φιλοσοφίαν φαμέν, πρόσεχε τοῖς λεγομένοις, καὶ λυθήσεται ἡ ἀπορία. ἰστέον ὅτι τοῦ ἀνθρώπου συνθέτου ὄντος ἐκ ψυχῆς καὶ σώματος καὶ ὁ σύνδεσμος διττὸς καὶ ἡ τῆς ψυχῆς λύσις διττή· ἔστι γὰρ ὁ φυσικὸς λεγόμενος δεσμός, καθ’ ὃν τῇ ψυχῇ δέδεται τὸ σῶμα καὶ ζωοποιεῖται ἐξ αὐτῆς, ἔστι καὶ ὁ προαιρετικὸς δεσμός, καθ’ ὃν ἡ ψυχὴ τῷ σώματι δέδεται δουλεύουσα αὐτῷ κεκρατημένη ὑπ’ αὐτοῦ. διττὴ οὖν καὶ ἡ λύσις, ἡ μὲν τοῦ σώματος ἀπὸ τῆς ψυχῆς, ἡ δὲ τῆς ψυχῆς ἀπὸ ἰοῦ σώματος. καὶ ὁ θάνατος διττός, ὁ μὲν φυσικός, καθ’ ὃν πάντες οἱ ἄνθρωποι ἀποθνήσκομεν, τοῦτ’ ἔστι καθ’ ὃν χωρίζεται τὸ σῶμα ἀπὸ τῆς ψυχῆς, ὁ δὲ προαιρετικός, καθ’ ὃν οἱ φιλόσοφοι μελετῶσι χωρίζειν τὴν ψυχὴν ἀπὸ τοῦ σώματος. καὶ κατὰ τοῦτο λέγονται μελετᾶν θάνατον, τοῦτ’ ἔστι χωρισμὸν ψυχῆς ἀπὸ τοῦ σώματος. ἰστέον δὲ ὅτι οὗ πάντως τοῦ σώματος χωρισθέντος τῆς Ψυχῆς καὶ ἡ ψυχὴ χωρίζεται τοῦ σώματος· αἱ γὰρ φιλοσώματοι ψυχαὶ καὶ μετὰ θάνατον τὸν τῶν σωμάτων ἔτι περιέπουσιν ἔρωτα, καὶ τούτων εἶναί φασι τὰ φαινόμενα περὶ τοὺς τάφους σκιοειδῆ φαντάσματα. ἀλλ’ οὐδὲ τῆς ψυχῆς ἀπὸ τοῦ σώματος χωριζομένης τὸ σῶμα παντελῶς Κωρίζεται τῆς ψυχῆς· οἱ γὰρ φιλοσόφως ζῶντες καὶ ἐν τῇ ζωῇ ὄντες ἔτι χωρίζουσιν ἑαυτοὺς ἰοῦ σώματος. ἔστιν οὖν ἡ φιλοσοφία μελέτη θανάτου, τοῦτ’ ἔστι μελέτη χωρισμοῦ ψυχῆς ἀπὸ τοῦ σώματος. Ζητῆσαι δὲ λοιπὸν ἄξιον, ὡς εἰ τέλος ἔχει ἡ φιλοσοφία τὴν τῶν ὄντων γνῶσιν, πῶς τὸν ὁρισμὸν τὸν λέγοντα “γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί”, καὶ πάλιν “γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων ”,ἐκ τοῦ ὑποκειμένου φαμὲν καὶ οὐκ ἐκ τοῦ τέλους. ὡς γὰρ τὴν ἰατρικὴν ἐπιστήμην περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένην ἐκ τοῦ ὑποκειμένου φαμὲν ὁρίζεσθαι, ὅταν δὲ ὑγείας περιποιητικήν, ἐκ τοῦ τέλους, ὅτι τούτου στοχάζεται. . οὕτω δὴ καὶ ἐπὶ τῆς φιλοσοφίας, εἰ τέλος ἔχει τὴν τῶν ὄντων γνῶσιν, ἐκ τοῦ τέλους εἶναι λέγειν δεῖ τοὺς ἀποδιδομένους ὁρισμούς. ἐκεῖνο δὲ πρῶτον σκοπητέον, ὡς ἡ μὲν φιλοσοφία τὸ μέν τι ἔχουσα μέρος θεωρητικὸν τὸ δὲ πρακτικὸν διττὸν ἔχει καὶ τὸ τέλος· ὅταν γὰρ λέγωμεν εἶναι θανάτου μελέτην τὴν φιλοσοφίαν, ἐκ τοῦ πρακτικοῦ τέλους αὐτὴν ὁριζόμεθα, |ὅταν δὲ γνῶσιν τῶν ὄντων ᾗ ὄντα ἐστίν, ἐκ τοῦ γνωστικοῦ, ὅταν δὲ ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ, ἐξ ἀμφοῖν. ἡ μὲν οὖν ἰστρικὴ μικτὴ οὖσα, ὅταν μὲν κατὰ μόνον τὸ θεωρητικὸν αὐτῆς ὁρίζηται, λέγεται ἐπιστήμη περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένη (καὶ εἰκότως ἐκ τοῦ ὐποκειμένου αὐτῆς τὸν ὁρισμόν φαμεν τοῦτον), ὅταν δὲ κατὰ τὸ οὗ ἔνεκεν τοιαύτῃ χρῆται θεωρίᾳ, ὑγείας εἶναι περιποιητική, καὶ ἐκ τοῦ τέλους εἶναι τοῦτον λέγομεν τὸν ὁρισμόν. ἡ δὲ φιλοσοφία ἁπλοῦν ἔχουσα τὸ θεωρητικὸν εἶδος αὐτοῦ γάρ καὶ μόνου ἕνεκεν γίνεται τοῦ γνῶναι τὰ πράγματα) οὐκ ἄν ἄλλον μὲν ἐκ τοῦ ὑποκειμένου δέξαιτο ὁρισμόν. ἄλλον δὲ ἐκ τοῦ τέλους. ἡ γὰρ γνῶσις τινῶν ἐστι γνῶσις· ἅμα οὖν καὶ ὅτι γνῶσις καὶ τινῶν γνῶσις συμπεριλήφεται. καὶ οἶμαί γε, εἴτε ἐκ τοῦ ὑποκειμένου τὸν τοιοῦτον ὁρισμὸν εἴτε ἐκ τοὺ τέλους εἴποι τις, οὐκ ἄν ἁμάρτοι, μᾶλλον μᾶλλον δὲ ἐξ ἀμφοῖν εἴη ἄν. ἀλλ’ ἴσως πρὸς διαστολὴν τῶν ἄλλων ὁρισμῶν, τοῦ τε λέγοντος “ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ οὐ προσδιορίζοντος ἐν τίσιν ἡ ὁμοίωσις, καὶ τοῦ λέγοντος “μελέτη θανάτου” ἐκ τοῦ ὑποκειμένου τοὺς εἰρημένους ὅρους προσηγοπεύσαμεν. Ἔστι δὲ καὶ ἄλλος τῆς φιλοσοφίας ὁρισμὸς Ἀριστοτέλους ἐκ τῆς ὑπεροχῆς αὐτῆς, ἧς ἔχει πρὸς τὰς ἄλλας ἐπιστήμας καὶ τέχνας, λέγων “φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν”, τοιῷδέ τινι τρόπῳ πρὸς ταύτην ἰόντος τὴν ἀπόδοσιν. τῶν γνώσεων αἱ μέν εἰσι τέχναις πρέπουσαι, αἱ δὲ ἐπιστήμαις. αὗται δὲ αἱ τέχναι καὶ ἐπιστῆμαι κατὰ μὲν τοὺς λόγους οὐδὲν διαφέρουσιν ἀλλήλων (οί γάρ ἑκάστης λόγοι καθ' ἑαυτοὺς μὲν ἄπταιστοί εἰσι), κατὰ δὲ τὴν ὔλην διαλλάττουσιν· αἱ μὲν γὰρ ἐπιστῆμαι περὶ τὰ ὡσαύτως ἔχοντα καταγίνονται, οἷον ἀστρονομία γεω- μετρία ἀριθμητική, αἱ δὲ τέχναι περὶ τὰ ὡς ἐπὶ τὸ πολὺ καὶ μετταβαλλόμενα. ὅθεν τῆς γεωμετρίας οἱ λόγοι ἄπταιστοι μένουσιν, ὣ ἔχει ἐκεΤνος ‘παντὸς κύκλου τὰ ἀπὸ τοῦ κέντρου ἐπὶ τὴν περιφέρειαν δ,-αστήματα ἴσα εἰσὶν ἀλλήλοισ’’ (τοῦτο γὰρ ὡσαύτως ἔχον ἐστίν), οἱ δὲ τῆς ἰατρικῆζ- πταίπταίουσίν, ὡς ὁ λέγων ‘τὰ ἐναντία τῶν ἐναντίων ἰάματα’, διὰ τὸ μὴ περὶ τὸ ὡσαύτως ἔχον ἀεὶ καταγίνεσθαι· πρῶτον μὲν γὰρ οὐδὲ πάντων τῶν νοση- μάτων ἰάματά ἐστι· τί γάρ, ἐάν ἡ νόσος ὀλεθρία ᾖ; ἄλλως τε ἔστιν ὅτε οὐ τὰ ἐναντία προσάγουσιν, ἀλλὰ τὰ ὅμοια, ὡς ἐπὶ τῶν κατὰ συμβεβηκός· πολλάκις γὰρ ψυχρὸν ὕδωρ ἐπιχεόμενον ἠτονηκυῖαν ἤδη θερμότητα ἀνεκαλέσατο. πάσαις τοίνυν ταῖς ἐπιστήμαις καὶ τέχναις ἡ φιλοσοφία τὰς ἀρχάς δίδωσι· τῇ μὲν γὰρ γεωμετρίᾳ τοὺς καθολικοὺς λόγους (φιλοσόφων γὰρ τὸ καθόλου ζητεῖν), ἄλλως τε ὁ γεωμέτρης τὸ σημεῖον ἀμερὲς λαμβάνει καὶ τὸ μέγεθος ἐπ’ ἄπειρον διαιρεῖ καὶ ταύταις ἀναποδείκτως ταῖς ἀρχαῖς κέχρηται, ὁ δὲ φιλόσοφος ταῦτα δείκνυσιν. ἐπειδὴ γάρ ύͅησι πᾶν τὸ περατοῦν τοῦ περατουμένου λείπεται μιᾷ διαστάσει· τὸ γὰρ σῶμα τρεῖς ἔχον διαστάσεις περατοῦται ὑπὸ τῆς ἐπιφανείας, ἥτις ἔχει δύο διαστάσεις, μῆκος καὶ πλάτος (βάθος γάρ οὐκ ἔχει ᾦ λείπεται τοῦ σώματος), ἡ δὲ ἐπιφάνεια δύο ἔχουσα διαστάσεις περατοῦται ὑπὸ τῆς γραμμῆς, ἥτις μίαν ἔχει διάστασιν τὸ μῆκος μόνον, ἡ δὲ γραμμὴ περατοῦται ὑπὸ τοῦ σημείου, ὃ δῆλον ὅτι οὐχ ἕξει οὐδεμίαν διάσιασιν, ἀλλ’ ἔσται ἀμερές, εἴ γε, ὡς εἴρη- τᾶι, πᾶν πέρας τοῦ περατουμένου λείπεται μιᾷ διαστάσει. ὅτι δὲ καὶ πᾶν μέγεθος -ἐπ’ ἄπειρόν ἐσ· τι διαιρετόν, δείκνυσι λαμβάνων, ὅτι ἡ τομὴ κατὰ σημεῖα γίνεται, ἅπερ οὐ συντίθενται οὐδὲ ποιοῦσι σῶμα. οὐκοῦν τὸ σῶμα τρεῖς ἔχει διαστάσεις κατὰ σημεῖα διαιρούμενον, οὐδὲν γὰρ ἀφαιρεῖται ἡ διαίρεσις τοῦ σώματος πλὴν τοῦ ποσοῦ τοῦ μεγέθους, τὸ δὲ ῳεῖς ἔχειν διαστάσεις οὐκ ἀφαιρεῖται· οὐκοῦν ὁ λόγος τοῦ σώλuατος ἐπιδέχεται τὴν εἰς ἄπειρον τομήν· εἰ δὲ ἡμῖν ἀδύνατός ἐστι διὰ τὴν σύμφυτον ἀσθένειαν ἀνυσθῆναι, οὐ διὰ τοῦτο ἀνῄρηται. τῇ δὲ ἰατρικῇ τὰ τέσσαρα στοιχεια· τῶν γὰρ φιλοσόφων ἀποδεικνύντων τέσσαρα εἶναι τῶν ἐν γενέσει σωμάτων τὰ στοιχεῖα, ταῦτα δὴ τὰ πολυθρύλλητα, καὶ οὔτε πλείονα οὔτε ἐλάττονα, ἐκεῖνοι ὡμολογημένον τοῦτο λαμβάνοντες ἐκ τούτων προσεχῆ στοιχεῖα τοὺς χείοις τούτους λαμβάνοντες. ἔτι μὴν καὶ ῥητορικῇ φιλοσοφία τὰς ἀρχὰς δίδωσιν· ἀναλόγως γὰρ τῇ τε ἐπαγωγῇ καὶ τῷ συλλογισμῷ τὸ παράδειγμα καὶ τὸ ἐνθύμημα ὁ ῥήτωρ λαμβάνει· ὥσπερ γὰρ ὁ συλλογισμὸς ἀληθής ἐστιν, ἐπειδὴ τὸ ἀναγκαῖον ἔχει, οὕτως καὶ τὸ ἐνθύμημα ἀληθὲς βούλεται εἶναι, μιᾷ μέντοι προτάσει τοὐ συλλογισμοῦ λείπεται, ὅθεν καὶ συλλογισμὸς ἀτελὴς λέγεται. συλλογισμὸς δέ ἐστι λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει τῷ ταῦτα εἶναι. τὸν αὐτὸν δὲ τρόπον ἀναλογεῖ καὶ τῇ ἐπαγωγῇ τὸ παράδειγμα· ὥσπερ γὰρ ἐκείνη τὸ ὡς ἐπὶ τὸ πολὺ ἔχει καὶ τὸ εἰκός, οὐ πάντως δὲ τὸ ἀληθές, οὕτω καὶ τὸ παράδειγμα. διαφέρει δὲ καὶ ταῦτα ἀλλήλων, ὅτι ἡ μὲν ἐπαγωγὴ λόγος ἐστὶν ἀπὸ τῶν μερικῶν τὰ καθόλου πιστούμενος, τὸ δὲ παράδειγμα ἀπὸ τῶν μερικῶν τὰ ἐπὶ μέρους πιστοῦται. καὶ τὰ ἐπιχειρήματα δὲ ἐκεῖθεν λαμβάνει· περὶ γὰρ τοπικῶν ὁ Ἀριστοτέλης ἐν τῇ λογικῇ διείλεκται καὶ ὅλως ῥητορικὰς τέχνας ἐπραγματεύσατο. οὐκοῦν καὶ ἡ ῥητορικὴ παρὰ φιλοσοφίας τὰς ἀρχὰς εἴληφεν, ἄλλως τε καὶ ὁ ῥήτωρ κέχρηται τῷ καλῷ καὶ τῷ δικαίῳ καὶ τῷ συμφέροντι οὐκ εἰδὼς ποῦ ποτε θεωρεῖται τὸ δίκαιον, οὐδὲ εἰ ταὐτόν ἐστι τῷ συμφέροντι· ἔστι γὰρ ὅπου εἰς ταὐτὸν αὐτὸ κομίζουσι τῷ δικαίῳ, ἔστι δ’ ὅτε καὶ διαιροῦσιν αὐτὸ καὶ ἐναντίον τίθενται· δείκνυται δὲ ὅτι ταῦτά ἐστι καὶ ἀντιστρέφει. καὶ γραμματικῇ δὲ ὁμοίως· περὶ γὰρ τόνους καὶ χρόνους καταγίνεται, ἅπερ ἐστὶ μουσικῆς, ἡ δὲ μουσικὴ φιλοσοφίας ἐστὶ μέρος. οὐ μόνον δὲ αἱ λογικαὶ τέχναι καὶ ἐπιστῆμαι δέονται φιλοσοφίας ἀλλὰ καὶ αἱ βάναυσοι λεγόμεναι τέχναι. ὁ γοῦν αἰκοδόμος μος τῇ καθέτῳ χρῆται πρὸς τὸ διακρῖναι, εἴτε ὄρθιός ἐστιν ὁ τοῖχος ἢ οὔ, τίς μέντοι ἡ κάθετος οὐκέτι οἶδεν. ὁ μέντοι φιλόσοφος οἶδεν εὐθὺς τὴν αἰτίαν· ἐρεῖ γὰρ ὅτι πάντα τὰ βάρη αὐτοφυῶς ἐπὶ τὸ κέντρον ὁρμᾷ, ὅθεν πρὸς ὀρθὰς γωνίας πανταχόθεν τὰ βάρη καταφέρεται, αἱ δὲ ὀρθαὶ γωνίαι ἀπαρέγκλιτοί εἰσι. καὶ ὁ τέκτων δὲ πρὸς τὸ εὐθὲς ποιῆσαι τὸ ξύλον τῇ στάθμῃ κέχρηται· τίς μέντοι ἡ ἰῆς εὐθείας φύσις, οὐκέτι οἶδεν. ἡ δὲ γεωμετρία μέρος τι οὖσα καὶ αὐτὴ φιλοσοφίας ἐρεῖ· εὐθεῖα γάρ ἐστιν ἥτις ἐξ ἴσου τοῖς ἐφ’ ἑαυτῆς σημείοις κεῖται. ὁμοίως δὲ καὶ πάσας τὰς ἄλλας ἐπιστήμας καὶ τέχνας ἀπὸ φιλοσοφίας τὰς ἀρχὰς ἐχούσας ἔστιν εὑρεῖν. ἔστιν οὗν ἡ φιλοσοφία τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν. Ὁ μέντοι Πυθαγόρας φησὶ “φιλοσοφία ἐστὶ φιλία σοφίας” πρῶτος τῷ παρὰ τοῖς παλαιοτέροις ἐπιστὰς ἁμαρτήματι. ἐπειδὴ γὰρ ἐκεῖνοι σοφὸν ὠνόμαζον τὸν ἡντιναοῦν μετιόντα τέχνην, ὧν εἷς ἦν καὶ Ἀρχίλοχος λέγων τρίαιναν ἐσθλὴν καὶ κυβερνήτης σοφός, καὶ ὁ ποιητὴς ἐπεὶ σοφὸς ἤραρε τέκτων καὶ εὖ εἰδὼς σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης, μεθίστησι τὴν προσηγορίαν ταύτην ἐπὶ τὸν θεὸν ὡς μόνον ἐκεῖνον παλεῖσθαι σοφόν, τὸν θεόν φημι, σοφίαν τε καὶ τὴν τῶν ὄντων ἀιδίων ἔχοντα γνῶσιν. ὁρῶν δὲ τοὺς μὲν ἐπὶ ῥητορικὴν ἰοὺς δὲ ἐπὶ γραμματικὴν τοὺς δὲ ἐπὶ τὴν τῶν φυσικῶν ζήτησιν τρέχοντας, ἄλλους δ’ αὖ πάλιν ἐφ’ ἕτερα, προσαγοπεύει τοὺς τὴν τῶν φυσικῶν θεωρίαν ἀσκοῦντας φιλοσόφους οἱονεὶ φιλοῦντας τὸν σοφόν, ὅπερ ἠξίου καλεῖν τὸν θεόν, τὴν δὲ τούτων γνῶσιν φιλοσοφίαν ἀναλόγως τὴν φιλίαν τῆς σοφίας· σοφίαν γὰρ, ὡς ἤδη εἴρηται, τὴν τοὐ θεοῦ γνῶσιν ὠνόμαζε. ταῦτα Πυθαγόρας. εἰσὶ δὲ καὶ ἄλλοι τῆς φιλοσοφίας ὁρισμοί, ἀρκοῦσι δὲ καὶ οὗτοι. ἐπειδὴ δὲ τἀν πρᾶγμα ἢ διαιρετόν ἐστιν ἢ ἀδιαίρετον, ἀνάγκη καὶ ἡμᾶς εἰπεῖν, πότερον ἡ φιλοσοφία διαιρετὴ ἢ οὔ. πρὸ δὲ τούτου δίκαιόν ἐστιν εἰπεῖν, τί ὅλως ἐστὶ διαίρεσις καὶ τί ἐπιδιαίρεσις καὶ τί ὑποδιαίρεσις· τὸν γὰρ περὶ διαιρέσεως διαλεγόμενον χρὴ πρότερον εἰπεῖν ὅ τι ποτέ ἐστι τούτων ἔκαστον. ἔστι μὲν οὖν διαίρεσις ἡ κατὰ πρώτην ἐπιβολὴν τομὴ τοῦ πράγματος, ἐπιδιαίρεσις δὲ ἡ κατὰ δευτέραν ἐπιβολὴν τομὴ τοῦ αὐτοῦ πράγματος, οἷον κατὰ πρώτην ἐπιβολὴν τέμνω τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον τοῦτο διαίρεσις), κατὰ δευτέραν δὲ ἐπιβολὴν τὸ αὐτὸ εἰς θνητὸν καὶ ἀθά. νατον (τοῦτό ἐστιν ἐπιδιαίρεσις)· μόνῃ δὲ τῇ τάξει διαφέρουσιν ἀλλήλων. ὑποδιαιρεσις δέ ἐστιν ἡ τοῦ διαιρεθέντος ἤδη πράγματος τοῦ μέρους ἤτοι τοῦ εἴδους τομή εἶδος δὲ λέγω νῦν τὸ ὑπάλληλον), οἷον ὅτι τοῦ ἐπουρανίου τὸ μέν ἐστιν ἀπλανὲς τὸ δὲ πλανώμενον· τὸ γὰρ ἐπουράνιον εἶδος ἢν τοῦ ζώου, τοῦτο δὲ ὑποδιείλομεν εἴς τε τὸ ἀπλανές καὶ τὸ πλανώμενον. διδαξάντων οὗν ἡμῶν τί ἐστι διαίρεσις, τί ἐπιδιαίρεσις καὶ τί ὑποδιαίρεσις, ἀκόλουθον καὶ περὶ τῆς ἐν τῇ φιλοσοφίᾳ διαιρέσεως λέγειν. [διαιρεῖται γάρ, ὡς ἀνωτάτω διελεῖν ἔστι, κατὰ μέν τινας εἰς δύο, κατὰ δὲ ἑτέρους εἰς τρία· τινὲς γὰρ εἰς τρία διαιροῦσι τὸν φιλοσοφίαν, εἰς θεωρητικὸν καὶ πρακτικὸν καὶ λογικὸν. εἰ δ’ οὕτως ἔχει ἢ μή, ἐπισκεφώμεθα. ἰστέον ὅτι τῆς διαιρέσεως τῇ ἀληθείᾳ τὸ θεολογικὸν πρῶτόν ἐστιν· ἀρχαὶ γὰρ πάντων τὰ θεῖα. διὸ καὶ οὐκ ἀκαίρως οἱ παλαιοὶ τοῦτο προέθηκαν. τὸ δὲ φυσιολογικὸν ὡς μὲν πρὸς ἡμᾶς πρῶτον (οὐ γὰρ ἄν γνοίημεν τὴν νοητὴν οὐσίαν πρὸ τῆς αἰσθητῆς), ὡς δὲ πρὸς τὸ ἀληθὲς ἔσχατον· ἐσχάτη γὰρ οὐσία ἡ ἔνυλος, διὸ καὶ τὴν ἐσχάτην εἴληφε τάξιν. μέσον δὲ τούτων τὸ μαθηματικόν, ἐπειδὴ καὶ κατὰ φύσιν μέσην ἔχει τάξιν. τοῦτο δέ τινες τῶν πάλαι προέταξαν τοῦ φυσιολογικοῦ, οἱ μὲν κατὰ Πλάτωνα, ἵνα, φασί, τὰς ἰδέας ἐν τῇ ψυχῇ ἤδη ἀποκειμένας ἐπιγινώσκωμεν ἤτοι ἀναμιμνησκώμεθα τὰ ἐν τοῖς καθ’ ἕκαστα θεωροῦντες, ὁδῷ τινι ἢ κλίμακι τῷ μαθηματικῷ χρώμενοι· οἱ δὲ κατὰ Ἀριστοτέλην βουλόμενοι ἡμάς ἐθίζειν ἀπὸ τῆς ἐνύλου οὐσίας γινώσκειν τὴν νοητήν, ἥτις ἐστὶ μὲν ἀόρατος, πλείονα δὲ ἔχει καὶ ἐναργεστέραν τὴν ὑπόστασιν ἢ κατὰ τὴν ὕλην· καὶ γὰρ ἐνταῦθα τὴν γραμμὴν τὴν ἐν τῇ ὕλη μανθάνομεν, οὐχ ὅπως τὴν ὕλην ἢ τὸν κηρὸν ἡ τὸν χαλκὸν γνοίημεν, ἀλλ’ ἵνα ἀποσυλήσαντες αὐτὴν ἀποθώμεθα εἰς τὸν νοῦν, ἔνθα βεβαιοτέραν ὁρῶμεν αὐτῆς τὴν ὑπόστασιν· ὅτι δὲ οὐ κοινωνεῖ τῷ κηρῷ κατὰ τὴν οὐσίαν τὸ σχῆμα οἷον ἡ γραμμὴ ἢ τὸ τρίγωνον, αὐτόθεν δῆλον· αὐτίκα γοῦν τριγώνου σχήματος μεταβληθέντος ἀφαιρεθείσης τῆς μιᾶς πλευρᾶς οὐ συμμεταβάλλεται ὁ κηρός, καίτοι εἰ ἐκοινώνει κατὰ τὴν οὐσίαν, ἔδει συμμεταβάλλεσθαι]. Διαιρεῖται οὖν ἡ φιλοσοφία ὡς ἤδη εἴρηται] εἰς τὸ θεωρητικὸν καὶ πρακτικόν. ἄξιον δὲ ζητῆσαι, δι’ ἣν αἰτίαν εἰς δύο καὶ διὰ τί εἰς ταῦτα διαιρεῖται καὶ μήτε εἰς πλείονα μήτε εἰς ἐλάττονα. καὶ εἰς ἐλάττονα μὲν ἀδύνατον ἦν ποιῆσαι τὴν διαίρεσιν· οὐδὲ γὰρ ἂν τὸ ἓν εἰς ἓν διαιρεθείη. διὰ τί οὖν μὴ εἰς πλείονα ἀλλ’ εἰς δύο; τούτου δὲ αἰτίαι δύο εἰσίν. ἐπειδὴ γὰρ ἐλέγομεν τὴν φιλοσοφίαν ὁμοίωσιν θεῷ εἶναι, ὁ δὲ θεὸς διττὰς ἔχει τὰς ἐνεργείας, τὰς μὲν γνωστικὰς πάντων τῶν ὄντων, τὰς οε προνοητικὰς ἡμῶν τῶν καταδεεστέρων, εἰκότως ἡ φιλοσοφία διαιρεῖται εἰς τὸ θεωρητικὸν καὶ πρακτικόν· διὰ γὰρ τοῦ θεωρητικοῦ γινώσκομεν τὰ ὄντα, διὰ δὲ τοῦ πρακτικοῦ προνοούμεθα τῶν καταδεεστέρων, καὶ οὕτως ἐξομοιοῦμεν ἑαυτοὺς τῷ θεῷ. πάλιν δὲ τῆς ἡμετέρας ψυχῆς διτταὶ αἱ ἐνέργειαι, αἱ μὲν γνωστικαὶ οἷον νοῦς διάνοια δόξα φαντασία καὶ αἴσθησις, αἱ δὲ ζετικαὶ καὶ ὀρεκτικαὶ οἷον βούλησις θυμὸς ἐπιθυμία. ὁ οὖν φιλόσοφος πάντα τὰ τῆς ψυχῆς μέρη βούλεται κοσμῆσαι καὶ εἰς τελείωσιν ἀγαγεῖν· διὰ οὖν τοῦ θεωρητικοῦ τελειοῦται τὸ ἐν ἡμῖν γνωστικόν, διὰ δὲ τοῦ πρακτικοῦ τὸ ζωτικόν. εἰκότως οὖν ἡ φιλοσοφία εἰς δύο διαιρεῖται, εἴς τε θεωρητικὸν καὶ πρακτικόν. πάλιν τὸ θεωρ· ητικὸν διαιρεῖται εἰς θεολογικὸν μαθηματικὸν καὶ φυσιολογικόν. εἰκότως καὶ τοῦτο· ἐπειδὴ γὰρ πάντα τὰ ὄντα βούλεται θεωρεῖν ὁ φιλόσοφος, τῶν δὲ ὄντων πάντων τρεῖς εἰσι τάξεις· τὰ μὲν γὰρ τῶν πραγμάτων παντάπασίν ἐστι χωριστὰ τῆς ὅλης καὶ τῇ ὑποστάσει καὶ τῇ περὶ αὐτῶν ἐπινοίᾳ, οἷά ἐστι τὰ θεῖα, τὰ δὲ παντάπασιν ἀχώριστα τῆς ὕλης καὶ τῇ ὑποστάσει καὶ τῇ περὶ αὐτῶν ἐπινοίᾳ, οἷά ἐστι τὰ φυσικὰ καὶ ἔνυλα εἴδη, ξύλον καὶ ὀστοῦν καὶ σὰρξ καὶ πάντα ἁπλῶς τὰ σώματα ταῦτα δὲ φυσικὰ καλοῦμεν ὡς ὑπὸ φύσεως δημιουργούμενα προσεχῶς), τὰ δὲ μέσα τούτων ὄντα κατά τι μέν ἐστι χωριστὰ κατά τι δὲ ἀχώριστα, οἷά ἐστὶ τὰ μαθηματικά· κύκλος γὰρ καὶ τρίγωνον καὶ τὰ τοιαῦτα καθ’ ἑαυτὰ ὑποστῆναι δίχα ὕλης τινὸς οὐ δύνανται καὶ κατὰ τοῦτο ἀχώριστά ἐστι τῆς ὕλης, ἐπειδὴ δὲ θεασάμενοι κύκλον ξύλινον καὶ χαλκοῦν καὶ λίθινον ἀνεμαξάμεθα αὐτοῦ τοῦ κ. ύκλου τὸ εἶδος ἐν τῇ διανοίᾳ καὶ ἔχομεν παρ’ ἑαυτοῖς δίχα τῆς ὕλης ὥσπερ εἰ κηρὸς λάβοι τὸ ἐκτύπωμα τοὺ δακτυλίου μὴ προσλαβών τι τῆς ὕληζ̣), κατὰ τοῦτο χωριστά ἐστι τῆς ὕλης, καθὸ τῇ ἐπινοίᾳ χωρίζεται. τῶν οὗν ὄντων τά μέν ἐστι πανταπασι χωριστὰ τὰ οε παντάπασιν ἀχώριστα τὰ δὲ κάτα τι μὲν χωριστὰ κατά τι δὲ ἀχώριστα· τὸ οὖν θεωρητικὸν διαῳεἰται εἰς θεολογικὸν μαθηματικὸν καὶ φυσιολογικόν. τὰ μὲν οὖν παντάπασι χωριστὰ ἀπονέμουσι τῷ θεολογικῷ μέρει, τὰ δὲ παντάπασιν ἀχώριστα τῷ φυσιολογικῷ, τὰ δὲ κατά τι μὲν χωριστὰ κατά τι δὲ ἀχώριστα τῷ μαθηματικῷ. ὅτι δὲ τὰ μὲν ἔνυλα εἴδη παντάπασιν ἀχώριστά ἐστι τῆς ὕλης τὰ δὲ μαθηματικὰ · χωριστά, δῆλον καὶ ἐκ τῶν ὁρισμῶν· κύκλον γὰρ ὁριζόμενοι οὐδεμίαν ὕλην παραλαμβάνομεν λέγοντες ‘κύκλος ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφ’ ἕνος σημείου τῶν ἐντὸς τοῦ σχήματος κειμένων πᾶσαι αἱ προσπίπτουσαι εὐθεῖαι πρὸς τὴν τοῦ κύκλου περιφέρειαν ἴσαι ἀλλήλαις εἰσίν’. οἶκον δὲ ὁριζόμενοι ἄνευ ὕλης ἀδυνατοῦμεν ὁρίζεσθαι· φαμὲν οὖν ‘ἐστι ἐστι σκέπασμα κωλυτικὸν ὄμβρων καὶ καυμάτων ἐκ λίθων καὶ ξύλων’. εἰ γὰρ μὴ προσθῶμεν τὴν ὕλην, δυνατὸν καὶ σκηνὴν καὶ ἑτέραν τοιαύτην νοῆσαι σκέπην. μέσον δέ ἐστι τὸ μαθηματικὸν εἰκότως· ἐπεὶ γὰρ οὐ δυνάμεθα ἀμέσως ἀπὸ τῶν φυσικῶν ἐπὶ τὰ θεῖα ἀνάγεσθαι καὶ ἀπὸ τῶν παντάπασιν ἀχωρίστων τῆς ὕλης ἐπὶ τὰ παντάπασι χωριστά, όδεύομεν διὰ τῶν μαθημάτων, τῶν κατά τι μὲν χωριστῶν κατά τι δὲ ἀχωρίστων. διὰ τοῦτο γὰρ καὶ μαθήματα λέγεται, ὅτι δεῖ αὐτὰ μαθόντας καὶ ἐθισθέντας νοεῖν ἀσωμάτως ἀνάγεσθαι ἐπὶ τὰ θεῖα. καὶ γὰρ ὁ θεῖός φησι Πλωτῖνος· “παραδοτέον τοῖς νέοις τὰ μαθήματα πρὸς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως”. ἐὰν γὰρ βουληθῶμεν εὐθὺς ἀπὸ τῶν φυσιολογικῶν ἐπὶ θεολογίαν ἀμέσως αὑτοὺς ἀναγαγεῖν, τυφλώττομεν, καθάπερ οἱ ἐκ σκοτεινοτάτου οἴκου εἰς πεφωτισμένον ἀμέσως εἰσερχόμενοι· δεῖ γὰρ πρότερον ἐν οἴκῳ διατρίβειν σύμμετρον ἔχοντι φῶς, εἶθ’ οὕτως ἐλθεῖν εἰς τὸν φωτεινότατον. οὔτως οὖν μεῖά τὰ φυσικὰ δεῖ διατρίψαντας ἐν ἰοῖς μαθήμασιν ἀνάγεσθαι ἐπὶ θεολογίαν· κλῖμαξ γάρ τις καὶ γέφυρά ἐστι. τὰ μαθήματα κοινωνοῦντα μὲν τοῖς φυσικοῖς καθὸ ἀχώριστα τοῖς δὲ θείοις καθὸ χωριστὰ. Καὶ τὸ φυσιολογικὸν μὲν οὖν καὶ τὸ θεολογικὸν ὐποδιαιρέσις τινὰς ἐπιδέχονται, ἀλλὰ τὰς μὲν τούτων ὐποδιαιρέσεις ὡς ἀσυμμέτρους οὔσας εἰσγωγικαῖς ἀκοαῖς σιωπήσωμεν, τὸ δὲ μαθηματικὸν διαιρεῖται εἰς τέσσαρα, εἰς γεωμετρίαν καὶ ἀστρονομίαν καὶ μουσικὴν καὶ ἀριθμητικήν. καὶ ἡ μὲν ἀριθμητικὴ τοὺς ἀριθμοὺς ἐπισκέπτεται ἔστι δὲ θεῖα τὰ ἀριθμητικὰ θεωρήματα· οὐ γὰρ τὸν λεγόμενον ἀριθμὸν παρὰ τοῖς ἰδιώταις, καθ’ ὃν ἀπαριθμοῦνται, θεωρεῖ ἡ ἀριθμητική, ἀλλὰ τὰ εἴδη τοῦ ἀριθμοῦ ὁποίαν σχέσιν ἔχουσι πρὸς ἄλληλα, οἷον ὁ ἓξ πρὸς τὰ τρία τὸν διπλάσιον ἔχει λόγον καὶ ὁ ἐννέα π. ρὸς τὸν ἓξ τὸν ἡμιόλιον. ἔτι γε μὴν καὶ τὰς γενέσεις τῶν ἀριθμῶν τοῦ τε ἀρτίου καὶ τοῦ περιττοῦ καὶ τοῦ περισσαρτίου καὶ ἄλλα πολλὰ τῶν τοιούτων ἐπισκέπεται), ἡ δὲ γεωμετρία τὰ μεγέθη καὶ τὰ αχήματα, ἡ δὲ μουσικὴ τὰς τῶν χορδῶν συμφωνίας. ἐπιτηδεύει δὲ καί τινα μέλη κοιμίζοντα μὲν τὰ τῆς ψυχῆς πάθη, διεγείροντα δὲ αὐτὴν ἐπὶ ἀρετήν. ὅτι δὲ τοῦτο οὕτως ἔχει, δηλοῖ τὰ ἔτι σωζόμενα ἴχνη καὶ οἷον ἀποπτώσεις τῆς μουσικῆς· ἀκούοντες γοῦν σάλπιγγος θυμικώτερον διατιθέμεθα καὶ διὰ τοῦτο ἐν τοῖς πολέμοις ἡ σάλπιγξ ἐπιτηδεύεται), ἀκούοντες δὲ θεατρικῶν μελῶν ἐκλυτώτερον διακείμεθα τὰς ψυχάς. φέρεται δὲ καὶ ἱστορία τοιαύτη, ὅτι ὁ Πυθαγόρας ἑωρακώς τινα νέον αὐλητρίᾳ ἔκλυτον μέλος αὐλούσῃ ἑπόμενον κελεύσαι αὐτὴν στρέψασαν τὸν αὐλὸν αύλῆσαι, καὶ τούτου γενομένου παύσαι τοῦ νέου τὴν ἐπιθυμίαν· ὥστε οὐ δεῖ ἀπιστεῖν τοῖς λεγομένοις περὶ τῆς θείας μουσικῆς. διὰ τοῦτο καὶ ὁ θεῖος Πλατῶν παρακελεύεται τοὺς νέους καὶ διὰ μουσικῆς καὶ διὰ γυμναστικῆς ἰέναι, ἵνα διὰ μὲν τῆς μουσικῆς. τὴν ψυχὴν ἐπικοσμῶσι, διὰ δὲ τοῦ γυμνασίου τὸ σῶμα. ἡ δὲ ἀστρονομία καταγίνεται περὶ τὰς ἐποχὰς τῶν ἀστέρων. Διὰ τί δὲ εἰς τέσσαρα διαιρεῖται ἡ μαθηματικὴ καὶ μὴ εἰς πλείονα ἢ εἰς ἐλάττονα, νυνὶ λέγωμεν. ἰστέον ὅτι τὸ μαθηματικὸν περὶ τὸ ποσὸν καταγίνεται. του δὲ πόσου τὸ μὲν ἐστι σύνεχες, τὸ δὲ διωρισμένον. οιαιρεῖται δὲ τούτων ἕκαστον εἰς δύο· τὸ μὲν συνεχὲς εἴς τε τὸ κινητὸν καὶ τὸ ἀκίνητον τοῦ κινητοῦ πάλιν τὸ μὲν ἀεικίνητον τὸ δὲ οὐκ ἀεικίνητον), τὸ δὲ διωρισμένον ποσὸν εἰς τὸ καθ’ αὑτὸ καὶ τὸ πρός τι. ποσὸν συνεχὲς ἐν θέσει ἀκίνητόν ἐστιν ἡ γῆ, περὶ ἣν καταγίνεται ἡ γεωμετρία· ἔστιν οὖν ἡ γεωμετρία γνῶσις ποσοῦ συνεχοῦς ἀκινήτου ἐν θέσει. ποσὸν ἀεικίνητόν ἐστιν ὁ οὐρανός, περὶ ὃν καταγίνεται ἡ ἀστρονομία· καὶ ἔστιν ἡ ἀστρονομία γνῶσις ποσοῦ συνεχοῦς ἀεικινήτου. καταγίνεται δὲ ἡ ἀστρονομία καὶ ἡ γεωμετρία περὶ τὸ συνεχὲς ποσόν, συνεχὲς δέ ἐστιν οὗ τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτει. ἐλέγομεν δὲ καὶ τοῦ διωρισμένου ποσοῦ τὸ μὲν εἶναι καθ’ αὑτὸ τὸ δὲ πρός τι· ποσὸν διωρισμένον καθ’ αὑτό ἐστιν ὁ ἀριθμός, ὅταν αὐτὸν καθ’ ἑαυτὸν σκοπῶμεν, οἷον τὸν ἀρτιά|κις ἄρτιον ἢ τὸν περισσάρτιον ἀριθμόν, καὶ μὴ τὴν πρὸς ἕτερον αὐτοῦ σχέσιν κατὰ τὸ συμβεβηκὸς τοῦτο γὰρ μουσικῆς, καταγίνεται οὖν περὶ τοῦτο), ποσὸν οὖν διωρισμένον καθ’ αὑτό ἐστιν ὁ ἀριθμὸς ἐφ’ ἑαυτοῦ σκοπούμενος. ἡ ἀριθμητικὴ οὖν ἐστι γνῶσις ποσοῦ καθ’ αὑτὸ διωρισμένου. ποσὸν δὲ διωρισμένον μένον πρὸς ἕτερόν ἐστιν ἡ σχέσις ἡ πρὸς ἄλληλα τῶν τόνων, περὶ ἣν ἡ ἁρμονία καταγίνεται, ἣν δι’ ἀριθμοῦ γνωρίζομεν, περὶ ἣν καταγίνεται ἡ μουσική. καὶ ἔστιν ἡ μουσικὴ γνῶσις ποσοῦ διωρισμένου σχέσιν ἔχοντος ἑτέρου πρὸς ἕτερον· δέδεικται οὖν ὅτι ἡ μουσικὴ καὶ ἡ ἀριθμητικὴ περὶ τὸ διωρισμένον ποσὸν καταγίνονται. διωρισμένον δέ ἐστιν οὗ τὰ μόρια καθ’ αὑτὰ θεωρεῖται ὡς μὴ συνεφέλκεσθαι ἀλλήλοις. εἰς πόσα μὲν οὖν καὶ τίνα τὸ θεωρητικὸν διαιρεῖται καὶ τί ἔχει πέρας; ἐκ τῶν εἰρημένων δῆλον. Ἐπειδὴ δὲ καὶ τὸ πρακτικὸν μέρος τῆς φιλοσοφίας εἰρήκαμεν, ἀνάγκη καὶ τοῦτο διελεῖν. διαιρεῖται τοίνυν τὸ πρακτικὸν εἴς τε τὸ ἠθικὸν καὶ οἰκονομικὸν καὶ πολιτικόν. ὁ γὰρ πράττων τι ἀγαθὸν ἢ εἰς ἑαυτὸν πράττει κοσμῶν αὑτοῦ τὰ ἤθη καὶ τὸν βίον καὶ λέγεται ἠθικός, ἢ εἰς τὸν ἑαυτοῦ οἶκον καὶ λέγεται οἰκονομικός, ἢ τὴν ὅλην κοσμεῖ πόλιν καὶ λέγεται πολιτικός. τινὲς δέ φασιν ὅτι ὁ πολιτικὸς καὶ ἠθικός ἐστι καὶ οἰκονομικός (ό γὰρ πόλιν ὅλην δυνάμενος κοσμῆσαι πολλῷ μᾶλλον καὶ ἑαυτὸν καὶ τὸν οἶκον), καὶ εἰς ταὐτὸν ἄγουσι τῷ πρακτικῷ τὸ πολιτικόν. πρὸς οὓς ἐροῦμεν ὅτι πολλοί τινες κενοδοξίᾳ νικώμενοι τὴν μὲν πόλιν κοσμοῦσιν, ἑαυτῶν δὲ καταφρονοῦσιν. ὥστε διῄρηται τὰ εἰρημένα τρία τοῦ πρακτικοῦ εἴὸη ἀπ’ ἀλλήλων. τούτων δὲ ἕκαστον διαιρεῖται εἴς τε τὸ νομοθετικὸν καὶ δικαστικόν· ὁ γὰρ πολιτικὸς φιλόσοφος ἢ νόμους τίθησι, καθ’ οὓς δεῖ ζῆν τοὺς ἐν τῇ πόλει, ἢ δικάζει κὰλ τοὺς μὲν γερῶν ἀξιοῖ τοὺς δὲ παρατρέψαντάς τι τῶν κειμένων νόμων κολάζει. εἰδέναι δὲ χρὴ ὅτι καὶ ἐν τῷ οἰκονομικῷ θεωρεῖται τὸ νομοθετεῖν καὶ δικάζειν· καὶ γὰρ ἐν τῷ οἴκῳ νόμους τίθεμεν καὶ δικάζομεν τῶν οἰκετῶν ἢ υἱῶν τοὺς παραβαίνοντας. οὐ μόνον δὲ ἐν τῷ οἰκονομικῷ ταῦτα θεωρεῖται, ἀλλὰ καὶ ἐν τῷ ἠθικῷ. καὶ γὰρ καὶ ὁ ἠθικὸς νόμους τίθησιν ἑαυτῷ, ὅταν λέγῃ κρατεῖν δ’ εἰθίζεο τῶνδε· γαστρὸς μὲν πρώτιστα καὶ ὕπνου καὶ φιλότητος, καὶ πάλιν ὁπόταν Ἰσοκράτης λέγῃ “τοὺς μὲν θεοὺς φοβοῦ, τοὺς δὲ γονεῖς τίμα, τοὺς δὲ φίλους αἰσχύνου”. οὗτοι γὰρ ἠθικοὶ λόγοι τε καὶ νόμοι ὑπάρχουσι. καὶ δικάζει δ’ ἑαυτὸν ὅτε φησὶν μηδ’ ὕπνον μαλακοῖσιν ἐπ’ ὄμμασι προσδέξασθαι, πρὶν τῶν ἡμερινῶν ἔργων τρὶς ἕκαστον ἐπελθεῖν· πῇ παρέβην; τί δ’ ἔρεξα ; τί μοι δέον οὐκ ἐτελέσθη ; ἀρξάμενος δ᾿ ἀπὸ πρώτου ἐπέξιθι, αὐτὰρ ἔπειτα αἰσχρὰ μὲν ἐκπρήξας ἐπιπλήσσεο, χρηστὰ δὲ τέρπου. καὶ περὶ μὲν τοῦ οἰκονομικοῦ καὶ πολιτικοῦ καὶ κατὰ τὸν οἰκεῖον καιρὸν εἰρήσεται. Νυνὶ δὲ περὶ τῆς τοῦ ἠθικοῦ διαιρέσεως δεῖ εἰπεῖν, καὶ πρῶτόν γε τί ἐστιν ἦθος. ἦθος τοίνυν ἐστὶν ἀνθρώπου κόσμος, κόσμος δὲ ἡ ἑκάστου τελειότης ,ἣ διὰ τῆς τῶν ἄκρων στερήσεως ἤγουν παρατηρήσεως κατορθοῦται τῆς τε ὑπεροχῆς καὶ τῆς ἐνδείας. ἀκοσμία γὰρ ὅ τε πλεονασμὸς καὶ ἡ ἔλλειψις· καὶ γὰρ εἴποι τις ἄκοσμον τὸν ἄνθρωπον ἐνδεᾶ τινος μορίου οἷον χειρὸς ἢ ἑτέρου μορίου, εἴποι δὲ ἄκοσμον πάλιν καὶ τὸν περιττεύοντα μορίοις τισὶ τοῦ ἀνενδεοῦς οἷον ἑξαδάκτυλον ἡ ἑξάχειρα, ὡς τοὺς κατὰ Ἀπολλώνιον τὸν ποιητὴν γίγαντας. οὐκοῦν ἀκοσμία ἥ τε ὑπεροχὴ καὶ ἡ ἔλλειψις, αἱ δὲ ἀκοσμίαι ἀτελεῖς εἰσι, τὸ γὰρ ἐναντίον ταύταις ὁ κόσμος· τελειότης ἄρα ἐκ τῆς παρατηρήσεώς ἐστι τοῦ τε πλεονασμοῦ καὶ τῆς ἐνδείας, αἵπερ εἰσὶν ἀτέλειαι· τελειότης γὰρ ἐναντίον ἀτελείᾳ· τὰ δὲ ἐναντία διὰ τῆς τῶν ἐναντίων παρατηρήσεως κατορθοῦται. Ἐμάθομεν τοίνυν τί ἐστι φιλοσοφία καὶ ποῖα αὑτῆς τὰ μέρη. θεία τοίνυν ἐστὶ καὶ ἐφετή, καὶ καλῶς περὶ αὐτῆς ἐρρέθη ὅτι ‘τοιοῦτον ἀγαθὸν οὔτε ἦλθε πρὸς ἀνθρώπους οὔτε ἥξει ποτέ’. τοσαῦτα μὲν κοινῶς ὑπὲρ φιλοσοφίας εἰρήσθω· ἰδία δὲ περὶ τοῦ προκειμένου βιβλίου λέγομεν ταῦτα. Εἴρηται ὄτι φιλοσοφία γνῶσις τῶν ὄντων ᾔ ὄντα ἐστίν. ἐζήτησαν οὖν οἱ φιλόσοφοι, τίνα ἂν τρόπον γένοιντο τῶν ὄντων ἐπιστήμονες. καὶ ἐπειδὴ ἑώρων τὰ κατὰ μέρος γεννητὰ καὶ φθαρτὰ ὄντα, ἔτι δὲ καὶ ἄπειρα, ἡ δὲ ἐπιστήμη ἀιδίων τε καὶ πεπερασμένων ἐστὶ γνῶσις τὸ γὰρ γνωστὸν βούλεται ὑπὸ τῆς γνώσεως περιλαμβάνεσθαι, τὸ δὲ ἄπειρον ἀπερίληπτον), ἀνήγαγον ἑαυτοὺς ἀπὸ τῶν κατὰ μέρος ἐπὶ τὰ καθόλου ἀίδια ὄντα καὶ πεπερασμένα. ὡς γάρ φησιν ὁ θεῖος πλάτων, ‘ἐπιστήμη εἴρηται παρὰ τὸ ἐπὶ στάσιν ἡμᾶς καὶ ὅρον τινὰ ἄγειν τῶν πραγμάτων’. τοῦτο δὲ ποριζόμεθα διὰ τῆς εἰς τὰ καθόλου ἀναὸρμῆς. ἀνέδραμον οὖν ἀπὸ τῶν κατὰ μέρος ἀνθρώπων ἐπὶ τὸν καθόλου ἄνθρωπον· οὐ προτίθενται γὰρ οἱ φιλόσοφοι πόσοι εἰσὶν ἐν τῷ κόσμῳ ἄνθρωποι γνῶναι, ἀλλά τίς ἡ φύσις τοῦ ἀνθρώπου, ὅτι ζῷον λογικὸν θνητόν ἐστιν· ὁ γὰρ τοῦτο ἐγνωκὼς εἴσεται καὶ πάντας τοὺς ἐν τῷ κόσμῳ ἀνθρώπους καὶ τοὺς ἤδη γενομένους καὶ τοὺς αὖθις ἐσομένους. οὕτως οὖν ἀπὸ τῶν κατὰ μέρος ἀνθρώπων ἀνήγαγον ἑαυτοὺς εἴς τινα κοινότητα τὴν τοῦ ἀνθρώπου, πάλιν ἀπὸ τῶν κατὰ μέρος ἵππων ἐπί τινα κοινότητα τὴν τοῦ ἵππου περιεκτικὴν πάντων τῶν κατὰ μέρος, εἰρηκότες ὅτι ἵππος ἐστὶ ζῷον τετράπουν χρεμετιστικόν· οὐ γὰρ τοὺς κατὰ μέρος ἵππους βούλεται γνῶναι ὁ φιλόσοφος, οἷον τίς ἐστιν ὁ Ξάνθος καὶ τίς ὁ Βαλίας, ἀλλὰ τίς ὁ καθόλου ἵππος. τὰ γὰρ καθόλου ἀεὶ ὡσαύτως ἔχουσι καὶ οὐ νῦν μὲν οὕτως, αὖθις δὲ ἑτέρως, ὥσπερ καὶ τὰ μερικά· ἄλλη γὰρ φύσις ἡ τοῦ Βαλίου ἵππου καὶ ἄλλη ἡ τοῦ Ξάνθου, ὥσπερ ἄλλη φύσις Πλάτωνος καὶ ἄλλη Ἀλκιβιάδου, ὁ δὲ καθόλου ἄνθρωπος καὶ ὁ καθόλου ἵππος ἀεὶ ὡσαύτως ἔχει· πᾶς γὰρ ἵππος ζῷόν ἐστι τετράπουν χρεμετιστικόν, καὶ πάλιν πᾶς ἄνθρωπος ζῷον λογικὸν θνητόν. ὁμοίως καὶ ἐπὶ κυνὸς καὶ τῶν ἄλλων εἰδῶν τοῦ ζῴου. θεασάμενοι οὖν ταῦτα τὰ εἴδη, εἰ καὶ πεπερασμένα, ἀλλ’ οὖν τῇ ἀνθρωπίνῃ διανοίᾳ ἀπερίληπτα οὐδὲ γὰρ θαυμαστὸν πολλὰ ἡμῖν εἶναι ἄγνωστα ζῷα), ἀνήγαγον ἑαυτοὺς ἐπί τινα κοινότητα τὴν τοῦ ζῴου περιεκτικὴν πάντων τῶν κατὰ μέρος. καὶ γὰρ ὁ ἄνθρωπος ζῷον καὶ ὁ ἵππος καὶ ὁ κύων καὶ τὰ ἄλλα καθὸ ζῷα οὐδὲν διαφέρουσι· πάντα γὰρ οὐσία ἔμψυχος αἰσθητικὴ ὑπάρχουσιν. ὁ οὗν ἐγνωκὼς κὼς τί ποτέ ἐστι τὸ ζῷον, ἐγνωκὼς ἔσται πάντα τὰ ζῷα. πάλιν ἀπὸ τῆσδε τῆς συκῆς ἢ τῆσδε τῆς ἀμπέλου καὶ τῆσδε τῆς πλατάνου καὶ τῆσδε τῆς ἐλαίας ἀνήγαγον ἑαυτοὺς ἐπὶ τὴν καθόλου συκῆν καὶ ἄμπελον καὶ ἐλαίαν καὶ πλάτανον. πάλιν ταῦτα τήν τε καθόλου συκῆν καὶ ἄμπελον καὶ ἐλαίαν καὶ τὰ ἄλλα ἐπί τι κοινὸν γένος ἀνήγαγον τὸ φυτὸν περιέχον τὰ κατὰ μέρος φυτά. ἔσχον οὖν δύο κοινότητας τήν τε τοῦ ζῴου καὶ τοῦ φυτοῦ. πάλιν τό τε ζῷον καὶ τὸ φυτὸν ἀνήγαγον εἰς τὸ ἔμψυχον· καὶ γὰρ τὸ φυτὸν ἔμψυχόν ἐστιν · αὔξεται γὰρ καὶ τρέφεται καὶ γεννᾶ ὅμοιον ἑαυτῷ. ἐπειδὴ δὲ τῷ ἐμψύχῳ ἀντίκειται τὸ ἄψυχον, ἄψυχον δέ ἐστι τὸ μὴ μετέχον ψυχῆς οἷον λίθος ξύλον καὶ ὅσα τούτοις παραπλήσια πολλὰ δέ εἰσι ταῦτα ἐν τοῖς κατὰ μέρος καὶ ἄπειρα), διὰ τοῦτο πάλιν ἀπὸ τῶν κατὰ μέρος λίθων ἀνήγαγον ἑαυτοὺς ἐπὶ τὸν καθόλου λίθον καὶ ἀπὸ |τῶν κατὰ μέρος ξύλων ἐπὶ τὸ καθόλου ξύλον καὶ ἀπὸ τῶν λοιπῶν ὁμοίως, καὶ ἀπὸ τοῦ καθόλου λίθου καὶ τοῦ καθόλου ξύλου ἐπί τι κοινὸν γένος, τὸ ἄψυχον, ὃ περιέχει ταῦτα πάντα. ἔσχον οὖν δύο κοινότητας τὸ ἔμψυχον καὶ τὸ ἄψυχον. ταῦτα πάλιν ἀνήγαγον ἐπί τι κοινὸν γένος τὸ σῶμα, ὅ ἐστι τριχῇ διαστατόν· καὶ λίθος δὴ καὶ ξύλον καὶ ἄνθρωπος καὶ πάντα ἁπλῶς ὅσα σώματά ἐστι τἀς τρεῖς ἔχουσι διαστάσεις. πάλιν ἀπὸ ψυχῆς καὶ ἀγγέλου καὶ τῶν τοιούτων ἀνήγαγον ἑαυτοὺς ἐπί τινα κοινότητα τὴν τοῦ ἀσωμάτου ἀντιπεπονθότως τῷ σώματι ἔχουσαν· τὸ μὲν γὰρ τριχῆ διαστατόν ἐστι καὶ πάντῃ μεριστόν, τὸ δὲ παντελῶς ἀμερές τε καὶ ἀδιάστατον. ἐζήτησαν οὖν τί ἐστι κοινὸν ἐν ἀμφοτέροις καὶ εὗρον ὡς οὐσία ἐστὶν ἑκάτερον· καὶ γὰρ τὸ σῶμα οὐσία ἐστὶ καὶ τὸ ἀσώματον οἷον ψυχὴ ἄγγελος θεός. ἔσχον οὗν ἀναγαγεῖν ἑαυτοὺς ἐπί τι κοινὸν γένος τὴν οὐσίαν τοῦ τῆς οὐσίας ὀνόματος αὐθυπόστατον πρᾶγμα δηλοῦντος. μάθοιμεν δ’ ἄν τὸ λεγόμενον ἐκ τοῦ ἐναντίου· ἔστι τινὰ τῶν πραγμάτων ἃ μὴ δύναται αὐτὰ καθ’ ἑαυτὰ ὑποστῆναι, ἀλλ’ ἐν ἄλλοις τὸ εἶναι ἔχει, ἃ καὶ συμβεβηκότα καλεῖται, λευκότης μελανία γλυκύτης καὶ τὰ τοιαῦτα· ταῦτα γὰρ αὐτὰ μὲν καθ’ ἑαυτὰ οὐ δύνανται ὑποστῆναι, ἀλλὰ πάντως ἡ λευκότης ἢ ἐν ψιμμυθίῳ ἢ ἐν γάλακτι σώμασιν οὖσιν ὐφέστηκεν, ὁμοίως δὲ καὶ τὰ 15 ἄλλα. ὅσα οὖν ἐστιν αὐτὰ καθ’ ἑαυτὰ ὐποστῆναι δυνάμενα καὶ μὴ δεόμενα πρὸς τὸ ὑποστῆναι ἄλλου τινός, οὐσίαι λέγονται, οἷον ἄνθρωποι ψυχαὶ λίθοι καὶ ὅσα τοιαῦτα. ἀνῆλθον οὖν, ὡς εἴρηται, ἐπί τινα κοινότητα τὴν οὐσίαν. Ἄρα οὖν πάντα τὰ ὄντα ἡ οὐσία περιλαμβάνει, ἐπειδὴ πάντων τῶν ὄντων ἐπιστήμων ὑπισχνεῖται εἶναι ὁ φιλόσοφος; οὐδαμῶς. πάλιν γὰρ εὗρον δύο πού τινα καὶ δέκα καὶ εἴκοσιν, ἅπερ ἀνήγαγον ἐπί τι κοινὸν γένος τὸν ἀριθμόν. πάλιν εὗρόν τι μέγα καὶ μικρὸν καὶ ταῦτα ἐκάλεσαν συνεχῆ. ἐπεὶ οὖν ὁ ἀριθμὸς καὶ τὸ συνηχὲς κοινωνοῦσιν ἀλλήλοις, καθὸ ποσά ἐστι (ποσὸν γὰρ ἑκάτερον), ἀνήγαγον ταῦτα ἐπὶ τὸ καθόλου ποσόν. ἔσχον οὖν κοινότητας δύο περιεκτικὰς πραγμάτων πολλῶν τὴν οὐσίαν καὶ τὸ ποσόν. πάλιν ἔστι τι λευκὸν καὶ πολλαὶ αἱ καιὰ μέρος λευκότητες· τὸ γὰρ λευκὸν ἢ ἐν ψιμμυθίῳ ἐστὶν ἢ ἐν χιόνι ἢ ἐν κύκνῳ· ταῦτα οὖν πάντα ὑπὸ τὸ αὐτὸ ἁπλῶς λευκὸν ἀνήγαγον. ὡσαύτως δὲ καὶ τὸ μέλαν καὶ τὸ φαιόν. καὶ τὰ τοιαῦτα ἀνήγαγον ὑπὸ τὸ χρῶμα. ἔστι δὲ πάλιν γλυκὺ πικρὸν θερμὸν ψυχρόν. ταῦτα οὖν πάντα τὰ ἀπηριθμημένα τὸ χρῶμα τὸ γλυκὺ τὸ θερμὸν. καὶ τὰ παραπλήσια πάντα ἀνήγαγον ὑπό τι κοινὸν γένος τὸ ποιόν. ποιὸν δέ ἐστιν ἀφ’ οὗ παρωνύμως τὸ μετέχον ὀνομάζεται· ἀπὸ γὰρ τῆς λευκότητος λέγεται λευκὸς καὶ ἀπὸ τῆς γραμματικῆς λέγεται γραμματικός. πάλιν ἔστι τι δεξιὸν ἀριστερὸν διπλάσιον ἥμισυ, καὶ ταῦτα πάντα ἀνήγαγον ὑπό τι κοινὸν γένος τὸ πρός τι, ὅ ἐστι σχέσις ἑτέρου πρὸς ἕτερον. πάλιν δὲ ἔστι τι τὸ ἐν τῷ Λυκείῳ εἶναι ἢ ἐν ἀγορᾷ καὶ ὅσα τοιαῦτα, ἅπερ ἀνή. γαγον ὑπὸ τὸ ποῦ, ὅπερ ἐστὶ τόπου σημαντικόν. πάλιν ἔστι τι χθὲς πέρυσιν αὔριον καὶ ὅσα τοιαῦτα, ἅπερ ἀνήγαγον ὑπὸ τὸ ποτέ, ὅπερ ἐστὶ χρόνου σημαντικόν. πάλιν ἔστι τι τὸ ἀνακεῖσθαι τὸ ἑστάναι τὸ καθῆσθαι, ἅπερ ἀνήγαγον ὑπὸ τὸ κεῖσθαι· κεῖσθαι δέ ἐστιν ἡ τοιάδε θέσις τοῦ σώ· μάτος. πάλιν δὲ ὑποδεδέσθαι ὡπλίσθαι δακτύλιον φέρειν· τὰ τοιαῦτα ἀνήγαγον ὑπὸ τὸ ἔχειν· ἔχειν γάρ ἐστιν οὐσίας περὶ οὐσίαν περίθεσις. πάλιν ἔστι τι τύπτειν θερμαίνειν ψύχειν· τὰ τοιαῦτα ἀνήγαγον ὑπὸ τὸ ποιεῖν· ποιεῖν δέ ἐστι τὸ δρᾶν περί τι. πάλιν θεασάμενοί τινα λευκαινόμενα τυπτόμενα ἀνήγαγον ταῦτα ὑπὸ τὸ πάσχειν, ὅπερ ἐστὶν ἀλλοιοῦσθαι ὑφ’ ἑτέρου. ἔσχον οὖν δέκα τοιαύτας κοινότητας· οὐσίαν ποσὸν ποιὸν πρός τι ποῦ ποτὲ κεῖσθαι ἔχειν ποιεῖν πάσχειν. ἕκαστον οὖν τῶν ὄντων πάντων ὑπὸ μίαν τούτων τελεῖ τῶν κοινοτήτων. ταύτας δὲ ἐκάλεσαν κατηγορίας ὡς κατά τινων τῶν ὑπ’ αὐτὰς τελούντων ἀγορευομένας καὶ λεγομένας. Περὶ τούτων οὖν τῶν δέκα κατηγοριῶν ὁ Ἀριστοτέλης ἔγραψε βιβλίον καὶ ἐμνήσθη ἐν τῇ διδασκαλία φωνῶν τινων πέντε ἀγνώστων ἡμῖν οὐσῶν ἐν τῇ συνηθείᾳ γένους διαφοράς εἴδους ἰδίου καὶ συμβεβηκότος. ὁ γοῦν φιλόσοφος Πορφύριος φιλανθρώπως ποιῶν ἅμα καὶ φιλοσόφως ἔγραψε τουτὶ τὸ βιβλίον διδάσκων ἡμᾶς, τί σημαίνει ἑκάστη φωνή, ἵνα μαθόντες εὐχερέστερον δυνηθῶμεν παρακολουθεῖν τοῖς ὑπὸ τοῦ Ἀριστοτέλους λεγομένοις περὶ τῶν κατηγοριῶν. ὁ οὖν τοῦ Πορφυρίου σκοπὸς οὗτός ἐστιν. ἐπέγραψε δὲ τὸ βιβλίον εἰσαγωγήν, ἐπειδὴ ὁδός ἐστι πρὸς πᾶσαν φιλοσοφίαν· προηγοῦνται γὰρ τῶν φιλοσόφων πάντων συγγραμμάτων αἱ Κατηγορίαι, τούτων δὲ ἡ Εἰσαγωγή. [Ὅπερ δὲ οἱ φιλόσοφοι ἐπὶ πάντων τῶν ὄντων ἐποίησαν ἀνήγαγον γὰρ πάντα τὰ ὄντα ὑπὸ τὰς δέκα κοινότητας καὶ οὐδέν ἐστι τῶν ὄντων, ὃ μὴ πάντως εὑρίσκεται ὑπό τινα τῶν τοιούτων κοινοτήτων ἀναγόμενον), τοῦτο οἱ γραμματικοὶ ἐπὶ τῶν φωνῶν πεποίηκασι· βουλόμενοι γὰρ τῇ ἀπειρίᾳ τῶν φωνῶν ἐπεξελθεῖν καὶ μὴ δυνηθέντες συνήγαγον τὰς μὲν τοιάσδε φωνὰς ὲπί τινα κοινότητα τὴν τοῦ ὀνόματος. τὰς δὲ τοιάσδε ἐπί τινα κοινότητα τὴν τοῦ ῥήματος, καὶ οὕτως ἐποίησαν τὰ ὀκτὼ παρ’ αὐτοῖς τοὺ λόγου μέρη, ὑφ’ ἃ πᾶσαι αἱ κατὰ μέρος ἀνάγονται σημαντικαὶ φωναί.] Εἰς πόσα μὲν οὖν καὶ τίνα διαιρεῖται τῆς φιλοσοφίας ἕκαστον μέρος καὶ τί ἔχει ἀποτέλεσμα, εἴρηται. δεῖ δὲ ἡμᾶς εἰπεῖν καὶ τὰ πρὸς τῶν φιλοσόφων οὕτω προσαγοπευόμενα προλεγόμενα ἤτοι προτεχνολογούμενα ἐπὶ παντὸς βιβλίου. ἔστι δὲ ταῦτα· ὁ σκοπὸς τὸ χρήσιμον τὸ γνήσιον ἡ τάξις τῆς ἀναγνώσεως ἡ αἰτία τῆς ἐπιγραφῆς ἡ εἰς τὰ κεφάλαια διαίρεσις καὶ ὑπὸ ποῖον μέρος ἀνάγεται τὸ παρὸν σύγγραμμα. ταῦτα δὲ ἐπενόησαν οἱ φιλόσοφοι προλέγειν οὐχ ὡς περιττόν τι προσεπινοοῦντες αὐτοῖς ἢ κατὰ τὰς ἄλλας τέχνας, ἀλλὰ προθυμοτέρους ποιεῖν βουλόμενοι τοὺς ἀναγινώσκοντας. ἀναγινώσκων γάρ τις ἐὰν ἀγνοῇ τὸν σκοπὸν τοῦ βιβλίου, ὀκνεῖ καὶ ἀφίησι διὰ μέσου καὶ ταὐτὰ πάσχει τοῖς ὁδοιποροῦσιν ἐφ’ ἃ μὴ ἴσασι. διὰ τοῦτο οὖν τὸν σκοπὸν λέγουσιν. οὐ μὴν οὐδὲ ὁ τὸν σκοπὸν ἐγνωκὼς ἐγχειρεῖ προθύμως τῷ ἔργῳ, πρὶν ἂν καὶ τὸ ἀπ’ αὐτοῦ χρήσιμον μάθῃ· ὥστε εἰκότως καὶ τὸ χρήσιμον λέγουσιν. ἔτι δὲ καὶ ταῦτα μαθόντες ἀπιστοῦμεν εἰ χρήσιμόν ἐστι, πρὶν γνῶμεν εἰ γνήσιόν ἐστι τὸ βιβλίον τοῦ παλαιοῦ, ὃν ἴσμεν ἔνδοξον ὄντα, οἷον τοῦ Ἀριστοτέλους ἢ Πλάτωνος· ἐκείνους γὰρ ὑπολαμβάνομεν χρήσιμα πάντα εἰρηκέναι. διὰ τοῦτο οὖν καὶ τὸ γνήσιον λέγομεν. ἐκ δὲ τῆς τούτων γνώσεως ἀνακύπτει καὶ ἡ περὶ τάξεως ζήτησις, πότερον πρῶτον αὐτὸ δεῖ τάττεσθαι ἢ ὕστερον· καὶ διὰ τοῦτο καὶ τὴν τάξιν λέγουσι. τὴν δὲ ἐπιγραφήν, ἐπειδὴ ὡς ἐν συντόμῳ τὸν σκοπὸν ἔχει. ἔτι δὲ καὶ τὸ ὑπὸ ποῖον μέρος ἀνάγεται τῆς φιλοσοφίας διὰ τὸ εἰδέναι ποῦ μάλιστα συντελεῖ. δεδειγμένου δὲ τίνος ἕνεκα ταῦτα προλέγουσιν οἱ φιλόσοφοι, καιρὸς ἤδη καὶ ἡμᾶς λέγειν τὰ προλεγό|μενα τοῦ βιβλίου. Ἔστι δὲ σκοπὸς τῷ Πορψυρίῳ ἐνταῦθα περὶ πέντε τινῶν εἰπεῖν, ἃ πάντα τὰ ὄντα ἐστὶν ἤγουν ἐν τοῖς οὖσι πᾶσι θεωρεῖται. ἔστι δὲ ταῦτα· γένος εἶδος διαφορὰ ἴδιον καὶ συμβεβηκός. χρήσιμον δέ ἐστι τὸ βιβλίον εἰς πᾶσαν φιλοσοφίαν· διδάσκει γὰρ ἡμᾶς τὰ καθ’ αὑτὰ προσόντα τοῖς εἴδεσιν, ἅπερ αὐτῶν ἐστιν αἴτια τῆς συστάσεως· ἐκ δὲ τῶν αἰτίων τῆς συστάσεως τὰς ἀποδείξεις λαμβάνομεν. ὥστε ἀπόδειξιν διδάσκει καὶ πρὸς πᾶσαν φιλοσοφίαν χρήσιμον· διὰ γὰρ τῆς ἀποδείξεως τὰ τέλη αὐτῆς γινώσκομεν. τὸ δὲ γνήσιον δηλοῖ μὲν καὶ ἡ φράσις σαφὴς οὖσα καὶ τὸ ἐν ἄλλοις αὐτὸν βιβλίοις τῶν ἐν τῷδε τῷ βιβλίῳ θεωρημάτων μεμνῆσθαι. ἔτι δὲ καὶ τὸ προσφωνεῖν αὐτὸν τῷ Χρυσαορίῳ· τούτῳ γὰρ καὶ ἄλλα τινὰ προσφωνήσας βιβλία καὶ τοῦτο προσφωνεῖ διὰ τοιαύτην αἰτίαν. διδάσκαλος ἦν τοῦ Χρυσαορίου καὶ ἐξηγούμενος αὐτῷ τὰ μαθήματα. ἐδέησεν οὖν ἱστορῆσαι τὸ πῦρ τῆς Αἴτνης καὶ ἐξεδήμησε. τούτῳ τῷ χρόνῳ εὑρίσκει ὁ Χρυσαόριος τὰς Ἀριστοτέλους Κατηγορίας, καὶ οὐδὲ ὅλως παρηκολούθει ἐγκύπτων. δηλοῖ οὖν τῷ Πορφυρίῳ ἐκεῖ ὄντι γράψας τὸ συμβάν, καὶ εἰ μὲν ἱστόρησε τὸ πῦρ, ἐλθεῖν, εἰ δὲ μή, εἰσαγωγὴν αὐτῷ τινα γράψαι, δι’ ἧς ἄν μέλλοι παρακολουθεῖν τῷ βιβλίῳ. ἐπειδὴ τοίνυν ὁ Πορφύριος οὐκ ἠδύνατο τέως ὑποστρέψαι, γράφει αὐτῷ τὸ βιβλίον τοῦτο ἐκ τῶν εἰρημένων μένων τῷ Πλάτωνι καὶ Ταύρῳ ταυτὶ συλλέξας σχεδὸν καὶ δι’ αὐτῶν τῶν ῥημάτων ἐλθών. καὶ ἐκ τούτων μὲν δῆλον ὅτι γνήσιον τοῦ παλαιοῦ τὸ βιβλίον. πρῶτον δέ ἐστι τῇ τάξει· εἰ γὰρ εἰς τὰς Ἀριστοτέλους Κατηγορίας εἰσάγει, αἳ περὶ τῶν ἁπλῶν εἰσι φωνῶν, αὗται δὲ τῆς λογικῆς εἰσιν ἀρχαί, δῆλον ὅτι πρῶτόν ἐστι τῇ τάξει τῆς λογικῆς. εἰκότως οὖν πρὸ αὐτοῦ τάττεται. καὶ ταῦτα μὲν περὶ τῆς τάξεως. εἰσαγωγὴ δὲ ἐπιγέγραπται. καὶ ἀποροῦσί τινες, διὰ τί ἀπροσδιορίστως ἐπέγραψεν εἰσαγωγή· ἄδηλον γὰρ πότερον ῥητορικὴ ἢ λογικὴ ἢ γραμματική. φαμὲν οὖν πρὸς αὐτοὺς ὅτι τὰ ὑπερέχοντα τῶν πραγμάτων ἀορίστως εἰώθαμεν σημαίνειν, ὥπερ ὅτε τὸν Ὅμηρον βουλόμεθα σημᾶναι, ‘ὁ ποιητής’ λέγομεν κατ’ ἐθοχήν. τί οὖν ἐκώλυε τὸν βουλόμενον τὴν φιλοσοφίαν σημᾶναι ἀορίστως εἰπεῖν κατ’ ἐξοχήν; ἔπειτα δὲ καὶ τοῦτό φαμεν, ὅτι ἡ εἰσαγωγὴ τέχνης ἢ ἐπιστήμης ἐστὶν εἰσαγωγὴ ἀναμφισθητήτως, ἡ δὲ φιλοσοφία τέχνη ἐστὶ τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν· πῶς οὖν εἰς ταύτην ἡμᾶς μέλλων εἰσάγειν, διὰ μέσης δὲ ταύτης εἰς ἁπάσας τὰς τέχνας, εἴπερ ἀληθῶς ὁ ὅρος ἔχει, ἤμελλε μιᾶς τέχνης εἰσαγωγὴν τὸ βιβλίον ἐπιγράφειν; τοσαῦτα μὲν οὖν καὶ περὶ τῆς ἐπιγραφῆς. ἰστέον δ’ ὅτι διῄρηται τὸ σύγγραμμα τοῦτο εἰς τρία, καὶ ἐν μὲν τῷ πρώτῳ μέρει διδάσκει περὶ τῶν εἰρημένων πέντε φωνῶν, ἐν δὲ τῷ δευτέρῳ συμπλέκει αὐτὰς κατὰ δύο καὶ διδάσκει τί κοινὸν αὐταῖς καὶ τί ἴδιον, οἷον τί κοινὸν γένει καὶ εἴδει καὶ τί ἴδιον, καὶ γένει καὶ διαφορᾷ, καὶ ἐπὶ πάντων ὡσαύτως. ἐν δὲ τῷ τρίτῳ διδάσκει τίνα πάντων ἅμα κοινά ἐστι. πρὸ δὲ τούτων ἐν τῷ προοιμίῳ προανακρουεται τὸν σκοπὸν τοῦ βιβλίου καὶ τὸ χρήσιμον διδάσκει καὶ τὸν τρόπον τῆς διδασκαλίας, ὅτι ἁπλούστερος καὶ εἰσαγωρικώτερος ἔσται. ὑπὸ δὲ τὸ λογικὸν ὄργανον ἀνά· γεται τῆς φιλοσοφίας τὸ προκείμενον βιβλίον· διδάσκει γὰρ τὰ εἰς τὰς ἀρχὰς τῆς ἀποδείξεως συντελοῦντα, ἥτις ἐστὶ τῷ γένει συλλογισμός, ὃς εἶδός ἐστι τοῦ συνθέτου λόγου, ὃς πάλιν γένει ἐστὶ λόγος. ἔπειτα δὲ καὶ εἰς τὰς Ἀριστοτέλους Κατηγορίας εἰσάγει, αἵπερ εἰσὶ τῆς λογικῆς. ἡ δὲ λογικὴ οὐ μέρος τῆς φιλοσοφίας ἀλλ’ ὄργανον, ὡς ἐν ἑτέρῳ δείξομεν.