Ancient Greek
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 105
Not analysed yet
Εἰλήφθω δὲ τὸ εἶδος ὡς εἶδος. Καλῶς τὸ ὡς εἶδος ἐτέθη. ἵνα μὴ τὸ εἰδικώτατον λάβῃς (τοῦτο γὰρ οὐκέτι κατὰ πλειόνων κατ|ηγορεῖται) ἢ τὸ ὑπάλληλον· ὡς ὑπάλληλον γὰρ καὶ εἶδος καὶ γένος ἐστὶ τῶν μετὰ ταῦτα καὶ εὑρίσκεται πάλιν γένος. ἀλλ’ εἰ καὶ ὑπάλληλόν ἐστιν, ὡς εἶδος αὐτὸ λάβε καὶ μηκέτι ὡς γένος, ἵνα σύγκρισιν ποιήσῃς εἴδους καὶ γένους καὶ μὴ γενῶν ἀμφοτέρων.