Ancient Greek · ~4 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 107
Not analysed yet
Ἔτι τὰ γένη προϋποκεῖσθαι δεῖ. Τὸ γὰρ ζῷον, ὡς εἴρηται, ὡς ὕλη προϋπέστρωται καὶ προσλαβὸν τὸ λογικὸν καὶ τὸ θνητὸν ποιεῖ τὸν ἄνθρωπον· ἔστι τὸ μὲν ζῷον γένος ὁ δὲ ἄνθρωπος εἶδος· πρότερα οὖν τῇ φύσει τὰ γένη. δύο εἰσὶ κανόνες, ὡς ἤδη ἔφαμεν, καθ’ οὓς διακρίνονται τὰ πρότερα τῇ φύσει, καὶ ἔστι πρότερος μὲν ὁ λέγων πρῶιον εἶναι τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δέ, οἷον τὸ ζῷον ἀναιρούμενον μὲν συναναιρεῖ τὸν ἄνθρωπον, ὁ δὲ ἄνθρωπος ἀναιρεθεὶς οὐ συναναιρεῖ τὸ ζῷον. πρότερον οὖν τῇ φύσει τὸ γένος τοῦ εἴδους. ἔστι δὲ δεύτερος κανὼν ὁ φάσκων φύσει πρότερον εἶναι τὸ συνεισφερόμενον μὲν μὴ συνεισφέρον δέ, οἷον ἀνθρώπου ὄντος πάντως συνεισφέρεται καὶ τὸ ζῷον, ζῴου δὲ ὄντος οὐκ ἀνάγκη συνεισφέρεσθαι καὶ τὸν ἄνθρωπον. καὶ ἐνταῦθα δὲ τὸ γένος πρότερον φύσει τοῦ εἴδους· τὸ γὰρ γένος ὑπάρχον οὐ συνεισφέρει καὶ τὸ εἶδος, τὸ μέντοι εἶδος εἰ τεθείη, συνεισφέρει καὶ τὸ γένος.