Ancient Greek
108 to 112
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 108-112
Not analysed yet
τάδε εἴδη τῶν γενῶν πλεονάζει. Τὰ γὰρ εἴδη ἔχει τὰς συμπληρωτικὰς αὐτῶν διαφορὰς ἐνεργείᾳ. Γένους δὲ καὶ ἰδίου κοινὸν μὲν τὸ ἕπεσθαι τοῖς εἴδεσιν. Παραβαλὼν πρὸς τὸ εἶδος τὸ γένος νῦν παραβάλλει αὐτὸ πρὸς τὸ ἴδιον. ἕπεσθαι δὲ λέγεται ἢ τὸ μεῖζον τῷ ἐλάττονι ἐξ ἀνάγκης ὡς τῷ ἀνθρώπῳ τὸ ζῷον (εἴ γὰρ ἄνθρωπος, καὶ ζῷον), ἢ τὸ ἴσον τῷ ἴσῳ, ὡς τῷ ἀνθρώπῳ πάλιν τὸ γελαστικόν· εἰ γὰρ ἄνθρωπος, καὶ γελαστικόν. Κοινὸν δὲ καὶ τὸ συνωνύμως. Ἴδου διὰ ταύτην τὴν συγγένειαν ἐλέγομεν ἐν μεταιχμίῳ εἶναι τὸ ἴδιον τῶν οὐσιωδῶν καὶ ἐπουσιωδῶν καὶ πλησιάζειν αὐτὸ μᾶλλον τοῖς οὐσιώδεσι. Διαφέρουσι δὲ ὅτι τὸ μὲν γένος πρότερον, ὕστερον δὲ τὸ ἴδιον. Εἰπὼν κατὰ τί κοινωνοῦσιν ἀλλήλοις, νῦν λέγει καὶ κατὰ τί διαφέρουσι. πρότερον δὲ λέγεται οὐ τῷ χρόνῳ, ἀλλὰ τῇ φύσει. Τὰ δὲ γένη ἀναιρούμενα συναναιρεῖ ὧν ἐστιν ἴδια. Ἀναιρουμένων γὰρ τῶν γενῶν ἀναιρεῖται καὶ τὰ ἴδια διὰ μέσου |τῶν εἰδῶν· ἀναιρεθέντος γὰρ τοῦ ἀνθρώπου συναναιρεῖται τὸ γελαστικόν. καὶ τοῦτο εἰκότως· εἰ γὰρ ἀναιρουμένων τῶν εἰδῶν ἀναιρεῖται καὶ τὰ ἴδια, ἀναιρουμένων δὲ τῶν γενῶν ἀναιρεῖται καὶ τὰ εἴδη, πολλῷ μᾶλλον ἀναιρουμένων τῶν γενῶν ἀναιρεθήσονται καὶ τὰ ἴδια.