Ancient Greek
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 15
Not analysed yet
Ἐκ τῆς ἀφ’ ἑνὸς σχέσεως, λέγω δὴ τοῦ Ἡρακλέους. Καθὸ πάλιν δύο σχέσεις λαμβάνονται ἑνὸς πρὸς ἕνα, αἰτίου καὶ αἰ- τιατοῦ, οἷον τοῦ Ἡρακλέους πρός τινα τῶν Ἡρακλειδῶν (αἰτίου μὲν ὄντος τοῦ Ἡρακλέους αἰτιατοῦ δὲ τοῦ ἀπ’ ἐκείνου), ἢ τῆς πατρίδος καὶ τοῦ ἐν αὐτῇ τραφέντος, καθὸ λέγομεν Πλάτωνα μὲν Ἀθηναῖον τὸ γένος Πίνδαρον δὲ Θηβαῖον. ἰστέον δὲ ὅτι ἡ σχέσις λέγεται ἢ κατὰ τέχνην ὡς τοῦ διδασκάλου πρὸς τὸν μαθητὴν ἢ κατὰ τύχην ὡς τοῦ δεσπότου πρὸς τὸν δοῦλον ἢ κατὰ προαίρεσιν ὡς τοῦ φίλου πρὸς τὸν φίλον ἢ κατὰ φύσιν ὡς τοῦ πατρὸς πρὸς τὸν υἱόν· ἡ οὖν τῶν εἰρημένων σχέσις φύσει ἐστί.